Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
3 ὑπὲρ δὲ τῶν πρὸς αὐτὸν ἴσασιν οἱ θεοὶ ὅτι πολλάκις, αὐτοῦ τοὺς ἐπαρχιώτας ἀδικήσαντος, ἐσιώπησα παρὰ τὸ πρέπον ἐμαυτῷ, τὰ μὲν οὐκ ἀκούων, τὰ δὲ οὐ προσιέμενος, ἄλλοις δὲ ἀπιστῶν, ἔνια δὲ εἰς τοὺς συνόντας αὐτῷ τρέπων. ὅτι δέ μοι μεταδοῦναι τῆς τοιαύτης ἠξίωσεν αἰσχύνης, ἀποστείλας τὰ μιαρὰ καὶ πάσης αἰσχύνης ἄξια ὑπομνήματα, τί με πράττειν ἐχρῆν; ἆρα σιωπᾶν ἢ μάχεσθαι; τὸ μὲν οὖν πρῶτον ἦν ἠλίθιον καὶ δουλοπρεπὲς καὶ θεομίσητον, τὸ δεύτερον δὲ δίκαιον μὲν καὶ ἀνδρεῖον καὶ ἐλευθέριον, ὑπὸ δὲ τῶν κατεχόντων ἡμᾶς πραγμάτων οὐ συγχωρούμενον. τί τοίνυν ἐποίησα; πολλῶν παρόντων, οὓς ᾔδειν ἀναγγελοῦντας αὐτῷ Πάντη καὶ πάντως, εἶπον, διορθώσει τὰ ὑπομνήματα οὗτος ὁ δεῖνα, ἐπεὶ δεινῶς ἀσχημονεῖ. τοῦτο ἐκεῖνος ἀκούσας τοσοῦτον ἐδέησε σωφρόνως τι πρᾶξαι, ὥστε πεποίηκεν οἷα μὰ τὸν θεὸν οὐδ’ ἂν εἷς μέτριος τύραννος, οὕτω μου πλησίον ὄντος. ἐνταῦθα τί πράττειν ἐχρῆν ἄνδρα τῶν Πλάτωνος καὶ Ἀριστοτέλους ζηλωτὴν δογμάτων; ἆρα περιορᾶν ἀνθρώπους ἀθλίους τοῖς κλέπταις ἐκδιδομένους, ἢ κατὰ δύναμιν αὐτοῖς ἀμύνειν, ὡς ἤδη τὸ κύκνειον ἐξᾴδουσι διὰ τὸ θεομισὲς ἐργαστήριον τῶν τοιούτων; ἐμοὶ μὲν οὖν αἰσχρὸν εἶναι δοκεῖ τοὺς μὲν χιλιάρχους, ὅταν λείπωσι τὴν τάξιν, καταδικάζειν· καίτοι χρῆν ἐκείνους τεθνάναι παραχρῆμα καὶ μηδὲ ταφῆς ἀξιοῦσθαι· τὴν δὲ ὑπὲρ τῶν ἀθλίων ἀνθρώπων ἀπολείπειν τάξιν, ὅταν δέῃ πρὸς κλέπτας ἀγωνίζεσθαι τοιούτους, καὶ ταῦτα τοῦ θεοῦ συμμαχοῦντος ἡμῖν, ὅσπερ οὖν ἔταξεν. εἰ δὲ καὶ παθεῖν τι συμβαίη, μετὰ καλοῦ τοῦ συνειδότος οὐ μικρὰ παραμυθία πορευθῆναι. τὸν δὲ χρηστὸν Σαλούστιον θεοὶ μέν μοι χαρίσαιντο. κἂν συμβαίνῃ δὲ διὰ τοῦτο τυγχάνειν διαδόχου, λυπήσει τυχὸν οὐδέν· ἄμεινον γὰρ ὀλίγον ὀρθῶς ἢ πολὺν κακῶς πρᾶξαι χρόνον. οὐκ ἔστιν, ὡς λέγουσί τινες, τὰ Περιπατητικὰ δόγματα τῶν Στωικῶν ἀγεννέστερα, τοσούτῳ δὲμόνον ἀλλήλων, ὡς ἐγὼ κρίνω, διαφέρει· τὰ μὲν γάρ ἐστιν ἀεὶ θερμότερα καὶ ἀβουλότερα, τὰ δὲ φρονήσεως ἀξιώτερα καὶ τοῖς ἐγνωσμένοις μᾶλλον ἐμμένει.

Πρίσκῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme