Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Ζῶμεν ὑπὸ τῶν θεῶν σωθέντες· ὑπὲρ ἐμοῦ δὲ αὐτοῖς θῦε τὰ χαριστήρια. θύσεις δὲ οὐχ ὑπὲρ ἑνὸς ἀνδρός, ἀλλ’ ὑπὲρ τοῦ κοινοῦ τῶν Ἑλλήνων. εἰ δέ σοι σχολὴ καὶ μέχρι τῆς Κωνσταντίνου πόλεως διαβῆναι, τιμησαίμην ἂν οὐκ ὀλίγου τὴν σὴν ἐντυχίαν.

Ἰουλιανὸς Λεοντίῳ

1 Ὁ λογοποιὸς ὁ Θούριος ὦτα εἶπεν ἀνθρώποις ὀφθαλμῶν ἀπιστότερα. τούτῳ δ’ ἐπὶ σοῦ τὴν ἐναντίαν ἔχω γνώμην ἐγώ· πιστότερα γάρ ἐστί μοι τὰ ὦτα τῶν ὀφθαλμῶν. οὐ γάρ, εἴποτε εἶδόν σε δεκάκις, οὕτως ἂν ἐπίστευσα τοῖς ὀφθαλμοῖς, ὡς νῦν ταῖς ἀκοαῖς πιστεύω ταῖς ἐμαυτοῦ, παρ’ ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι δεδιδαγμένος, ὅτι πάντα ἀνὴρ ὢν αὐτὸς σεαυτοῦ κρείττων εἶ περὶ τὸ ῥέξαι, φησὶν Ὅμηρος, χερσί τε καὶ ποσίν. ἐπιτρέψαντες οὖν σοι τὴν τῶν ὅπλων χρῆσιν ἀπεστείλαμέν τε πανοπλίαν, ἥτις τοῖς πεζοῖς ἁρμόττει· ἐγκατελέξαμέν τέ σε τῷ τῶν οἰκείων συντάγματι.

Μαξίμῳ φιλοσόφῳ

1 Ἀλέξανδρον μὲν τὸν Μακεδόνα τοῖς Ὁμήρου ποιήμασιν ἐφυπνώττειν λόγος, ἵνα δὴ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτοῦ τοῖς πολεμικοῖς ὁμιλῇ συνθήμασιν· ἡμεῖς δέ σου ταῖς ἐπιστολαῖς ὥσπερ παιωνίοις τισὶ φαρμάκοις συγκαθεύδομεν, καὶ οὐ διαλείπομεν ἐντυγχάνοντες ἀεὶ καθάπερ νεαραῖς ἔτι καὶ πρῶτον εἰς χεῖρας ἡκούσαις. εἴπερ οὖν ἐθέλεις ἡμῖν εἰκόνα τῆς σῆς παρουσίας τὴν ἐν τοῖς γράμμασιν ὁμιλίαν προξενεῖν, γράφε καὶ μὴ λῆγε συνεχῶς τοῦτο πράττων· μᾶλλον δὲ ἧκε σὺν θεοῖς, ἐνθυμούμενος ὡς ἡμῖν γ’ ἕως ἂν ἀπῇς οὐδ’ ὅτι ζῶμεν εἰπεῖν ἔστιν, εἰ μὴ ὅσον τοῖς παρὰ σοῦ γραφομένοις ἐντυχεῖν ἔξεστιν.

Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme