Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
4 Κοινωνητέον οὖν τῶν χρημάτων ἅπασιν ἀνθρώποις, ἀλλὰ τοῖς μὲν ἐπιεικέσιν ἐλευθεριώτερον, τοῖς δὲ ἀπόροις καὶ πένησιν ὅσον ἐπαρκέσαι τῇ χρείᾳ. φαίην δ’ ἄν, εἰ καὶ παράδοξον εἰπεῖν, ὅτι καὶ τοῖς πονηροῖς ἐσθῆτος καὶ τροφῆς ὅσιον ἂν εἴη μεταδιδόναι· τῷ γὰρ ἀνθρωπίνῳ καὶ οὐ τῷ τρόπῳ δίδομεν. διόπερ οἶμαι καὶ τοὺς ἐν δεσμωτηρίῳ καθειργμένους ἀξιωτέον τῆς τοιαύτης ἐπιμελείας. οὐδὲν γὰρ κωλύσει τὴν δίκην ἡ τοιαύτη φιλανθρωπία. χαλεπὸν γὰρ ἂν εἴη, πολλῶν ἀποκεκλεισμένων ἐπὶ κρίσει, καὶ τῶν μὲν ὀφλησόντων, τῶν δὲ ἀθῴων ἀποφανθησομένων, μὴ διὰ τοὺς ἀναιτίους οἶκτόν τινα νέμειν καὶ τοῖς πονηροῖς, ἀλλὰ τῶν πονηρῶν ἕνεκα καὶ περὶ τοὺς οὐδὲν ἠδικηκότας ἀνηλεῶς καὶ ἀπανθρώπως διακεῖσθαι. ἐκεῖνο δὲ ἐννοοῦντί μοι παντάπασιν ἄδικον καταφαίνεται· Ξένιον ὀνομάζομεν Δία, καὶ γιγνόμεθα τῶν Σκυθῶν κακοξενώτεροι. πῶς οὖν ὁ βουλόμενος τῷ Ξενίῳ θῦσαι Διὶ φοιτᾷ πρὸς τὸν νεών; μετὰ ποταποῦ συνειδότος, ἐπιλαθόμενος τοῦ πρὸς γὰρ Διός εἰσιν ἅπαντες Πτωχοί τε ξεῖνοί τε· δόσις δ’ ὀλίγη τε φίλη τε;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme