1
Πηγάσιον ἡμεῖς οὔποτ’ ἂν προσήκαμεν ῥᾳδίως, εἰ μὴ σαφῶς ἐπεπείσμεθα, ὅτι καὶ πρότερον εἶναι δοκῶν τῶν Γαλιλαίων ἐπίσκοπος ἠπίστατο σέβεσθαι καὶ τιμᾶν τοὺς θεούς. οὐκ ἀκοὴν ἐγώ σοι ταῦτα ἀπαγγέλλω τῶν πρὸς ἔχθραν καὶ φιλίαν λέγειν εἰωθότων, ἐπεὶ καὶ ἐμοὶ πάνυ διετεθρύλητο τὰ τοιαῦτα περὶ αὐτοῦ, καὶ ναὶ μὰ τοὺς θεοὺς ᾤμην οὕτω χρῆναι μισεῖν αὐτὸν ὡς οὐδένα τῶν πονηροτάτων. ἐπεὶ δὲ κληθεὶς εἰς τὸ στρατόπεδον ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου ταύτην ἐπορευόμην τὴν ὁδόν, ἀπὸ τῆς Τρῳάδος ὄρθρου βαθέος διαναστὰς ἦλθον εἰς τὸ Ἴλιον περὶ πλήθουσαν ἀγοράν. ὁ δὲ ὑπήντησέ μοι καὶ βουλομένῳ τὴν πόλιν ἱστορεῖν—ἦν γάρ μοι τοῦτο πρόσχημα τοῦ φοιτᾶν εἰς τὰ ἱερά—περιηγητής τε ἐγένετο καὶ ἐξενάγησέ με πανταχοῦ. ἄκουε τοίνυν ἔργα καὶ λόγους, ἀφ’ ὧν ἄν τις εἰκάσειεν οὐκ ἀγνώμονα τὰ πρὸς τοὺς θεοὺς αὐτόν.
2
Ἡρῷόν ἐστιν Ἕκτορος, ὅπου χαλκοῦς ἕστηκεν ἀνδριὰς ἐν ναΐσκῳ βραχεῖ. τούτῳ τὸν μέγαν ἀντέστησαν Ἀχιλλέα κατὰ τὸ ὕπαιθρον. εἰ τὸν τόπον ἐθεάσω, γνωρίζεις δήπουθεν ὃ λέγω. τὴν μὲν οὖν ἱστορίαν, δι’ ἣν ὁ μέγας Ἀχιλλεὺς ἀντιτεταγμένος αὐτῷ πᾶν τὸ ὕπαιθρον κατείληφεν, ἔξεστί σοι τῶν περιηγητῶν ἀκούειν. ἐγὼ δὲ καταλαβὼν ἐμπύρους ἔτι, μικροῦ δέω φάναι λαμπροὺς ἔτι τοὺς βωμοὺς καὶ λιπαρῶς ἀληλιμμένην τὴν τοῦ Ἕκτορος εἰκόνα, πρὸς Πηγάσιον ἀπιδὼν Τί ταῦτα; εἶπον, Ἰλιεῖς θύουσιν; ἀποπειρώμενος ἠρέμα, πῶς ἔχει γνώμης· ὁ δὲ Καὶ τί τοῦτο ἄτοπον, ἄνδρα ἀγαθὸν ἑαυτῶν πολίτην, ὥσπερ ἡμεῖς, ἔφη, τοὺς μάρτυρας, εἰ θεραπεύουσιν; ἡ μὲν οὖν εἰκὼν οὐχ ὑγιής· ἡ δε προαίρεσις ἐν ἐκείνοις ἐξεταζομένη τοῖς καιροῖς ἀστεία. τί δὴ τὸ μετὰ τοῦτο; Βαδίσωμεν, ἔφην, ἐπὶ τὸ τῆς Ἰλιάδος Ἀθηνᾶς τέμενος. ὁ δὲ καὶ μάλα προθύμως ἀπήγαγέ με καὶ ἀνέῳξε τὸν νεών, καὶ ὥσπερ μαρτυρόμενος ἐπέδειξέ μοι πάντα ἀκριβῶς σῶα τὰ ἀγάλματα, καὶ ἔπραξεν οὐδὲν ὧν εἰώθασιν οἱ δυσσεβεῖς ἐκεῖνοι πράττειν, ἐπὶ τοῦ μετώπου τοῦ δυσσεβοῦς τὸ ὑπόμνημα σκιαγραφοῦντες, οὐδὲ ἐσύριττεν, ὥσπερ ἐκεῖνοι, αὐτὸς καθ’ ἑαυτόν· ἡ γὰρ ἄκρα θεολογία παρ’ αὐτοῖς ἐστι δύο ταῦτα, συρίττειν τε πρὸς τοὺς δαίμονας καὶ σκιαγραφεῖν ἐπὶ τοῦ μετώπου τὸν σταυρόν.