Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
3 Δύο ταῦτα ἐπηγγειλάμην εἰπεῖν σοι· τρίτον δὲ ἐλθὸν ἐπὶ νοῦν οὐκ οἶμαι χρῆναι σιωπᾶν. ἠκολούθησέ μοι καὶ πρὸς τὸ Ἀχίλλειον ὁ αὐτός, καὶ ἀπέδειξε τὸν τάφον σῶον· ἐπεπύσμην δὲ καὶ τοῦτον ὑπ’ αὐτοῦ διεσκάφθαι. ὁ δὲ καὶ μάλα σεβόμενος αὐτῷ προσῄει. ταῦτα εἶδον αὐτός. ἀκήκοα δὲ παρὰ τῶν νῦν ἐχθρῶς ἐχόντων πρὸς αὐτόν, ὅτι καὶ προσεύχοιτο λάθρᾳ καὶ προσκυνοίη τὸν Ἥλιον. ἆρα οὐκ ἂν ἐδέξω με καὶ ἰδιώτην μαρτυροῦντα; τῆς περὶ τοὺς θεοὺς διαθέσεως ἑκάστου τίνες ἂν εἶεν ἀξιοπιστότεροι μάρτυρες αὐτῶν τῶν θεῶν; ἡμεῖς ἂν ἱερέα Πηγάσιον ἐποιοῦμεν, εἰ συνεγνώκειμεν αὐτῷ τι περὶ τοὺς θεοὺς δυσσεβές; εἰ δὲ ἐν ἐκείνοις τοῖς χρόνοις εἴτε δυναστείας ὀρεγόμενος, εἴθ̓, ὅπερ πρὸς ἡμᾶς ἔφη πολλάκις, ὑπὲρ τοῦ σῶσαι τῶν θεῶν τὰ ἕδη τὰ ῥάκια ταῦτα περιαμπέσχετο καὶ τὴν ἀσέβειαν μέχρις ὀνόματος ὑπεκρίνατο· πέφηνε γὰρ οὐδὲν οὐδαμοῦ τῶν ἱερῶν ἠδικηκὼς πλὴν ὀλίγων παντάπασι λίθων ἐκ καλύμματος, ἵνα αὐτῷ σώζειν ἐξῇ τὰ λοιπά· τοῦτο ἐν λόγῳ ποιούμεθα καὶ οὐκ αἰσχυνόμεθα ταῦτα περὶ αὐτὸν πράττοντες ὅσαπερ Ἀφόβιος ἐποίει καὶ οἱ Γαλιλαῖοι πάντες προσεύχονται πάσχοντα ἰδεῖν αὐτόν; εἴ τί μοι προσέχεις, οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους, οἳ μετατέθεινται, τιμήσεις, ἵν’ οἱ μὲν ῥᾷον ὑπακούσωσιν ἡμῖν ἐπὶ τὰ καλὰ προκαλουμένοις, οἱ δ’ ἧττον χαίρωσιν. εἰ δὲ τοὺς αὐτομάτους ἰόντας ἀπελαύνοιμεν, οὐδεὶς ὑπακούσεται ῥᾳδίως παρακαλοῦσιν.

Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme