Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Ἐμοὶ πρὸς σὲ πεποίηται παρὰ τοὺς ἄλλους ἰδιαίτερον ἐπιστολῆς εἶδος, ὅτι σοι καὶ πλέον μέτεστι τῆς πρὸς ἐμὲ φιλίας ἤπερ οἶμαι τοῖς ἄλλοις· ἔστι γὰρ ἡμῖν ὁ κοινὸς καθηγεμὼν οὐ μικρά, καὶ μέμνησαι δήπου. χρόνος δὲ οὐ βραχὺς ὅτε διατρίβων ἔτι κατὰ τὴν ἑσπέραν, ἐπειδή σε λίαν ἀρέσκειν ἐπυθόμην αὐτῷ, φίλον ἐνόμισα· καίτοι δοκεῖν ἔχον ἐκεῖνο καλῶς εἴωθεν ἐμοὶ διὰ περιττὴν εὐλάβειαν τὸ οὐ γὰρ ἔγωγε ἤντησ’ οὐδὲ ἴδον, καὶ καλῶς ἡγεῖσθαι χρὴ φιλίας μὲν γνῶσιν, γνώσεως δὲ πεῖραν. ἀλλ’ ἦν τις, ὡς ἔοικεν, οὐκ ἐλάχιστος παρ’ ἐμοὶ λόγος καὶ τοῦ Αὐτὸς ἔφα. διόπερ ἐγὼ καὶ τότε σε τοῖς γνωρίμοις ᾤμην δεῖν ἐγκαταλέγειν, καὶ νῦν ἐπιτρέπω πρᾶγμα ἐμοὶ μὲν φίλον, ἀνθρώποις δὲ πᾶσι πανταχοῦ λυσιτελέστατον. σὺ δὲ εἰ καλῶς, ὥσπερ οὖν ἄξιον ἐλπίζειν, αὐτὸ μεταχειρίσαιο, ἴσθι πολλὴν μὲν εὐφροσύνην ἐνταῦθα παρέξων, ἐλπίδα δὲ ἀγαθὴν μείζονα τὴν εἰς τὸ μέλλον. οὐ γὰρ δὴ καὶ ἡμεῖς ἐσμεν τῶν πεπεισμένων τὰς ψυχὰς ἤτοι προαπόλλυσθαι τῶν σωμάτωνἢ συναπόλλυσθαι, πειθόμεθα δὲ τῶν μὲν ἀνθρώπων οὐδενί, τοῖς θεοῖς δὲ μόνον, οὓς δὴ καὶ μάλιστα ταῦτα εἰκὸς εἰδέναι μόνους, εἴ γε χρὴ καλεῖν εἰκὸς τὸ ἀναγκαῖον· ὡς τοῖς μὲν ἀνθρώποις ἁρμόζει περὶ τῶν τοιούτων εἰκάζειν, ἐπίστασθαι δὲ αὐτὰ τοὺς θεοὺς ἀνάγκη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme