Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
2 Κορίνθιοι δὲ νῦν αὐτὴν προσνεμομένην αὐτοῖς· οὕτω γὰρ εἰπεῖν εὐπρεπέστερον· ὑπὸ τῆς βασιλευούσης πόλεως εἰς κακίαν ἐπαρθέντες συντελεῖν αὑτοῖς ἀναγκάζουσι, καὶ ταύτης ἦρξαν, ὥς φασι, τῆς καινοτομίας ἕβδομος οὗτος ἐνιαυτός, οὔτε τὴν Δελφῶν οὔτε τὴν Ἠλείων ἀτέλειαν, ἧς ἠξιώθησαν ἐπὶ τῷ διατιθέναι τοὺς παρὰ σφίσιν ἱεροὺς ἀγῶνας, αἰδεσθέντες. τεττάρων γὰρ ὄντων, ὡς ἴσμεν, τῶν μεγίστων καὶ λαυπροτάτων ἀγώνων περὶ τὴν Ἑλλάδα, Ἠλεῖοι μὲν Ὀλύμπια, Δελφοὶ δὲ Πύθια, καὶ τὰ ἐν Ἰσθμῷ Κορίνθιοι, Ἀργεῖοι δὲ τὴν τῶν Νεμέων συγκροτοῦσι πανήγυριν. πῶς οὖν εὔλογον ἐκείνοις μὲν ὑπάρχειν τὴν ἀτέλειαν τὴν πάλαι δοθεῖσαν, τοὺς δὲ ἐπὶ τοῖς ὁμοίοις δαπανήμασιν ἀφεθέντας πάλαι, τυχὸν δὲ οὐδὲ τὴν ἀρχὴν ὑπαχθέντας νῦν ἀφῃρῆσθαι τὴν προνομίαν ἧς ἠξιώθησαν; πρὸς δὲ τούτοις Ἠλεῖοι μὲν καὶ Δελφοὶδιὰ τῆς πολυθρυλήτου πενταετηρίδος ἅπαξ ἐπιτελεῖν εἰώθασι, διττὰ δ’ ἐστὶ Νέμεα παρὰ τοῖς Ἀργείοις, καθάπερ Ἴσθμια παρὰ Κορινθίοις. ἐν μέντοι τούτῳ τῷ χρόνῳ καὶ δύο πρόκεινται παρὰ τοῖς Ἀργείοις ἀγῶνες ἕτεροι τοιοίδε, ὥστε εἶναι τέσσαρας τοὺς πάντας ἐν ἐνιαυτοῖς τέσσαρσι. πῶς οὖν εἰκὸς ἐκείνους μὲν ἀπράγμονας εἶναι λειτουργοῦντας ἅπαξ, τούτους δὲ ὑπάγεσθαι καὶ πρὸς ἑτέρων συντέλειαν ἐπὶ τετραπλασίοις τοῖς οἴκοι λειτουργήμασιν, ἄλλως τε οὐδὲ πρὸς Ἑλληνικὴν οὐδὲ παλαιὰν πανήγυριν; οὐ γὰρ ἐς χορηγίαν ἀγώνων γυμνικῶν ἢ μουσικῶν οἱ Κορίνθιοι τῶν πολλῶν δέονται χρημάτων, ἐπὶ δὲ τὰ κυνηγέσια τὰ πολλακις ἐν τοῖς θεάτροις ἐπιτελούμενα ἄρκτους καὶ παρδάλεις ὠνοῦνται. ἀτὰρ αὐτοὶ μὲν εἰκότως φέρουσι διὰ τὸν πλοῦτον τῶν ἀναλωμάτων τὸ μέγεθος, ἄλλως τε καὶ πολλῶν πόλεων, ὡς εἰκός, αὐτοῖς εἰς τοῦτο συναιρομένων, ὥστε ὠνοῦνται τὴν τέρψιν τοῦ φρονήματος. Ἀργεῖοι δὲ χρημάτων τε ἔχοντες ἐνδεέστερον καὶ ξενικῇ θέᾳ καὶ παρ’ ἄλλοις ἐπιδουλεύειν ἀναγκαζόμενοι πῶς οὐκ ἄδικα μὲν καὶ παράνομα, τῆς δὲ περὶ τὴν πόλιν ἀρχαίας δυνάμεώς τε καὶ δόξης ἀνάξια πείσονται, ὄντες γ’ αὐτοῖς ἀστυγείτονες, οὓς προσῆκον ἦν ἀγαπᾶσθαι μᾶλλον, εἴπερ ὀρθῶς ἔχει τὸ οὐδ’ ἂν βοῦς ἀπόλοιτο, εἰ μὴ διὰ κακίαν γειτόνων· Ἀργεῖοι δὲ ἐοίκασιν οὐχ ὑπὲρ ἑνὸς πολυπραγμονούμενοι βοιδίου ταῦτα τοὺς Κορινθίους αἰτιᾶσθαι, ἀλλ’ ὑπὲρ πολλῶν καὶ μεγάλων ἀναλωμάτων, οἷς οὐ δικαίως εἰσὶν ὑπεύθυνοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme