Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
4 Ἀλλὰ τὰ μὲν ὑπὲρ τῆς πόλεως δίκαια καὶ τῶν ῥητόρων, εἰ μόνον ἀκούειν ἐθέλοις καὶ λέγειν αὐτοῖς ἐπιτραπείη τὴν δίκην, ἐξ ὑπαρχῆς πεύσῃ, καὶ τὸ παραστὰν ἐκ τῶν λεγομένων ὀρθῶς κριθήσεται. ὅτι δὲ χρὴ καὶ τοῖς τὴν πρεσβείαν ταύτην προσάγουσι δι’ ἡμῶν πεισθῆναι, μικρὰ προσθεῖναι χρὴ περὶ αὐτῶν. Διογένης μέν τοι καὶ Λαμπρίας φιλοσοφοῦσι μέν, εἴπερ τις ἄλλος τῶν καθ’ ἡμᾶς, τῆς πολιτείας δὲ τὰ μὲν ἔντιμα καὶ κερδαλέα διαπεφεύγασι· τῇ πατρίδι δὲ ἐπαρκεῖν ἀεὶ κατὰ δύναμιν προθυμούμενοι, ὅταν ἡ πόλις ἐν χρείᾳ μεγάλῃ γένηται, τότε ῥητορεύουσι καὶ πολιτεύονται καὶ πρεσβεύουσι καὶ δαπανῶσιν ἐκ τῶν ὑπαρχόντων προθύμως, ἔργοις ἀπολογούμενοι τὰ φιλοσοφίας ὀνείδη καὶ τὸ δοκεῖν ἀχρήστους εἶναι ταῖς πόλεσι τοὺς μετιόντας φιλοσοφίαν ψεῦδος ἐλέγχοντες· χρῆται γὰρ αὐτοῖς ἥ τε πατρὶς εἰς ταῦτα, καὶ πειρῶνται βοηθεῖν αὐτῇ τὸ δίκαιον δι’ ἡμῶν, ἡμεῖς δ’ αὖθις διὰ σοῦ. τοῦτο γὰρ καὶ μόνον λείπεται τοῖς ἀδικουμένοις εἰς τὸ σωθῆναι, τὸ τυχεῖν δικαστοῦ κρίνειν τε ἐθέλοντος καὶ δυναμένου καλῶς· ὁπότερον γὰρ ἂν ἀπῇ τούτων, ἐξαπατηθέντος ἢ καταπροδόντος αὐτοῦ τὸ δίκαιον οἴχεσθαι πάντως ἀνάγκη. ἀλλ’ ἐπειδὴ νῦν ἡμῖν τὰ μὲν τῶν δικαστῶν ὑπάρχει κατ’ εὐχάς, λέγειν δ’ οὐκ ἔνι μὴ τότε ἐφέντας, ἀξιοῦσι τοῦτο πρῶτον αὐτοῖς ἀνεθῆναι, καὶ μὴ τὴν ἀπραγμοσύνην τοῦ τότε συνειπόντος τῇ πόλει καὶ τὴν δίκην ἐπιτροπεύσαντος αἰτίαν αὐτῇ γενέσθαι εἰς τὸν ἔπειτα αἰῶνα βλάβης τοσαύτης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme