4
Περὶ δὲ τῶν πρὸς Λαυρίκιον οὐθὲν οἶμαι δεῖν ἐπιστέλλειν σοι, πλὴν τοσοῦτον παραινῶ, πᾶσαν ὀργὴν ἄφες, ἐπίτρεψον ἅπαντα τῇ δίκῃ, τὰς ἀκοὰς ὑφέξων αὐτοῦ τοῖς λόγοις μετὰ πάσης πίστεως τῆς πρὸς τὸ δίκαιον. καὶ οὔ φημι τοῦτο, ὡς οὐκ ἐπαχθῆ τὰ πρὸς σὲ γραφέντα καὶ πλήρη πάσης ὕβρεως καὶ ὑπεροψίας, ἀλλὰ χρὴ φέρειν· ἀνδρὸς γάρ ἐστιν ἀγαθοῦ καὶ μεγαλοψύχου ἀκούειν μὲν κακῶς, λέγειν δὲ μὴ κακῶς. ὥσπερ γὰρ τὰ βαλλόμενα πρὸς τοὺς στερεοὺς καὶ γενναίους τοίχους ἐκείνοις μὲν οὐ προσιζάνει, οὐδὲ πλήττει, οὐδὲ ἐγκάθηται, σφοδρότερον δὲ ἐπὶ τοὺς βάλλοντας ἀνακλᾶται, οὕτω πᾶσα λοιδορία καὶ βλασφημία καὶ ὕβρις ἄδικος ἀνδρὸς ἀγαθοῦ καταχυθεῖσα θιγγάνει μὲν οὐδαμῶς ἐκείνου, τρέπεται δὲ ἐπὶ τὸν καταχέοντα. ταῦτά σοι παραινῶ, τὰ δὲ ἑξῆς ἔσται τῆς κρίσεως. ὑπὲρ δὲ τῶν ἐμῶν ἐπιστολῶν ἅς φησί σε λαβόντα παρ’ ἐμοῦ δημοσιεῦσαι, γελοῖον εἶναί μοι φαίνεται φέρειν εἰς κρίσιν· οὐθὲν γὰρ ἐγώ, μὰ τοὺς θεούς, πρός σε πώποτε γέγραφα οὔτε πρὸς ἄλλον ἄνθρωπον οὐδένα, ὃ μὴ δημοσίᾳ τοῖς πᾶσι προκεῖσθαι βούλομαι· τίς γὰρ ἀσέλγεια, τίς ὕβρις, τίς προπηλακισμός, τίς λοιδορία, τίς αἰσχρορρημοσύνη ταῖς ἐμαῖς ἐπιστολαῖς ἐνεγράφη ποτέ; ὅς γε, καὶ εἰ πρός τινα τραχύτερον εἶχον, διδούσης μοι τῆς ὑποθέσεως ὥσπερ ἐξ ἁμάξης εἰπεῖν, οἷα ψευδῶς ἐπὶ τοῦ Λυκάμβου Ἀρχίλοχος, σεμνότερον αὐτὰ καὶ σωφρονέστερον ἐφθεγξάμην ἤ τις ἱερὰν ὑπόθεσιν μετῄει. εἰ δὲ τῆς ὑπαρχούσης ἡμῖν πρὸς ἀλλήλους εὐνοίας ἔμφασιν εἶχε τὰ γράμματα, τοῦτο ἐγὼ λανθάνειν ἠβουλόμην ἢ ἀποκρύπτεσθαι; διὰ τί; μάρτυρας ἔχω τοὺς θεοὺς πάντας τε καὶ πάσας, ὅτι, καὶ ὅσα μοι πρὸς τὴν γαμετήν, οὐκ ἄν ἠχθέσθην, εἴ τις ἐδημοσίευσεν· οὕτως ἦν πάντα σωφροσύνης πλήρη. εἰ δέ, ἃ πρὸς τὸν ἐμαυτοῦ θεῖον ἐπέστειλα, ταῦτα καὶ ἄλλος τις ἀνέγνω καὶ δεύτερος, ὁ πικρῶς οὕτως ἀνιχνεύσας αὐτὰ δικαιοτέραν ἄν ὑπόσχοι μέμψιν ἢ ὁ γράψας ἐγὼ ἢ σὺ ἢ καὶ ἄλλος ἀναγνούς. πλὴν ἀλλὰ τοῦτο συγχώρει καὶ μὴ ταραττέτω σε, σκόπει δὲ ἐκεῖνο μόνον· πονηρός ἐστι Λαυρίκιος, ὑπέξελθε γενναίως αὐτόν. εἰ δὲ ἐπιεικὴς καὶ μέτριός ἐστι, καὶ ἥμαρτε περὶ σέ, δὸς αὐτῷ συγγνώμην· τοὺς γὰρ ἀγαθοὺς δημοσίᾳ, κἂν ἰδίᾳ περὶ ἡμᾶς οὐ καθήκοντες γένωνται, φιλεῖν χρή. τοὺς πονηροὺς δὲ ἐν τοῖς κοινοῖς, κἂν ἡμῖν κεχαρισμένοι διὰ χειρὸς ἔχειν, οὐ μισεῖν οὐδὲ ἐκτρέπεσθαί φημι, φυλακὴν δὲ προβεβλῆσθαί τινα, ὅπως μὴ λήσωσι κακουργοῦντες, εἰ δὲ δυσφύλακτοι λίαν εἶεν, χρῆσθαι πρὸς μηδὲν αὐτοῖς. ὑπὲρ οὗ γέγραφας καὶ αὐτός, ὅτι θρυλούμενος ἐπὶ πονηρίᾳ τὴν ἰατρικὴν ὑποκρίνεται, ἐκλήθη μὲν παρ’ ἡμῶν ὡς σπουδαῖος, πρὶν δὲ εἰς ὄψιν ἐλθεῖν φωραθεὶς ὅστις ἦν, μᾶλλον δὲ καταμηνυθείς· τὸ δὲ ὑπὸ τίνος αὐτὸς ἐντυχὼν φράσω σοι· κατεφρονήθη· σοὶ δὲ καὶ ὑπὲρ τούτου χάριν οἶδα.