Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
5 Τῶν αἰτηθέντων ἀγρῶν ἐπειδήπερ ἔφθην ἐκείνους δεδωκώς· εἰσί δέ μοι μάρτυρες ὁμόγνιοι καὶ φίλιοι θεοί· δώσω μακρῷ λυσιτελεστέρους, αἰσθήσῃ δὲ καὶ αὐτός.

Ἰουλιανὸς Φιλίππῳ

1 Ἐγὼ νὴ τοὺς θεοὺς ἔτι καῖσαρ ὢν ἐπέστειλά σοι, καὶ νομίζω πλέον ἢ ἅπαξ. ὥρμησα μέντοι πολλάκις, ἀλλ’ ἐκώλυσαν ἄλλοτε ἄλλαι προφάσεις, εἶτα ἡ γενομένη διὰ τὴν ἀνάρρησιν ἐμοί τε καὶ τῷ μακαρίτῃ Κωνσταντίῳ λυκοφιλία· παντάπασι γὰρ ἐφυλαττόμην ὑπὲρ τὰς Ἄλπεις ἐπιστεῖλαί τινι, μὴ πραγμάτων αὐτῷ χαλεπῶν αἴτιος γένωμαι. τεκμήριον δέ μοι ποιοῦ τῆς εὐνοίας τὸ μὴ γράφειν· οὐ γὰρ ἐθέλει πολλάκις ὁμολογεῖν ἡ γλῶττα τῇ διανοίᾳ. καὶ ἴσως ἔχει μέν τι πρὸς τὸ γαυριᾶν καὶ ἀλαζονεύεσθαι τοῖς ἰδιώταις ἡ τῶν βασιλικῶν ἐπιστολῶν ἐπίδειξις, ὅταν πρὸς τοὺς ἀσυνήθεις, ὥσπερ δακτύλιοί τινες ὑπὸ τῶν ἀπειροκάλων φερόμενοι, κομίζωνται. φιλία δὲ ἀληθινὴ γίνεται μάλιστα μὲν δι’ ὁμοιότητος, ἡ δευτέρα δέ, ὅταν τις ἀληθῶς, ἀλλὰ μὴ πλαστῶς θαυμάζῃ, καὶ παρὰ τοῦ τύχῃ καὶ συνέσει κρείττονος ὁ πρᾷος καὶ μέτριος καὶ σώφρων ἀγαπηθῇ. τὰ γραμματεῖα δὲ ταῦτα πολλοῦ τύφου καὶ πολλῆς φλυαρίας ἐστὶ μεστά, καὶ ἔγωγε πολλάκις ἐμαυτῷ μέμφομαι μακρότερα ποιούμενος αὐτὰ καὶ λαλίστερος ὤν, ἐξὸν Πυθαγόρειον διδάσκειν τὴν γλῶτταν.
2 Ὑπεδεξάμην μέντοι τὰ σύμβολα, φιάλην ἀργυρᾶν, ἕλκουσαν μίαν μνᾶν, καὶ χρυσοῦ νόμισμα. καλέσαι δέ σε πρὸς ἐμαυτόν, ὥσπερ ἐπέστειλας, ἐβουλόμην. ἤδη δὲ ἔαρ ὑποφαίνει καὶ τὰ δένδρα βλαστάνει, χελιδόνες δὲ ὅσον οὔπω προσδοκώμεναι τοὺς συστρατευομένους ἡμᾶς, ὅταν ἐπεισέλθωσιν, ἐξελαύνουσι τῶν οἰκιῶν, καί φασι δεῖν ὑπερορίους εἶναι. πορευσόμεθα δὲ δι’ ὑμῶν, ὥστε μοι βέλτιον ἂν ἐντύχοις, ἐθελόντων θεῶν, ἐν τοῖς σαυτοῦ. τοῦτο δὲ οἶμαι ταχέως ἔσεσθαι, πλὴν εἰ μή τι δαιμόνιον γένοιτο κώλυμα. καὶ τοῦτο δὲ αὐτὸ τοῖς θεοῖς εὐχόμεθα.

Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme