Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363

Ἀταρβίῳ

1 Ἐγὼ μὰ τοὺς θεοὺς οὔτε κτείνεσθαι τοὺς Γαλιλαίους οὔτε τύπτεσθαι παρὰ τὸ δίκαιον οὔτε ἄλλο τι πάσχειν κακὸν βούλομαι, προτιμᾶσθαι μέντοι τοὺς θεοσεβεῖς καὶ πάνυ φημὶ δεῖν· διὰ μὲν γὰρ τὴν Γαλιλαίων μωρίαν ὀλίγου δεῖν ἅπαντα ἀνετράπη, διὰ δὲ τὴν τῶν θεῶν εὐμένειαν σωζόμεθα πάντες. ὅθεν χρὴ τιμᾶν τοὺς θεοὺς καὶ τοὺς θεοσεβεῖς ἄνδρας τε καὶ πόλεις.

Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον

1 Πολλή τις ἦν πάνυ καὶ μεγάλη βιβλιοθήκη Γεωργίου παντοδαπῶν μὲν φιλοσόφων, πολλῶν δὲ ὑπομνηματογράφων, οὐκ ἐλάχιστα δ’ ἐν αὐτοῖς καὶ τὰ τῶν Γαλιλαίων πολλὰ καὶ παντοδαπὰ βιβλία. πᾶσαν οὖν ἀθρόως ταύτην τὴν βιβλιοθήκην ἀναζητήσας φρόντισον εἰς Ἀντιόχειαν ἀποστεῖλαι, γινώσκων ὅτι μεγίστῃ δὴ καὶ αὐτὸς περιβληθήσῃ ζημίᾳ, εἰ μὴ μετὰ πάσης ἐπιμελείας ἀνιχνεύσειας, καὶ τοὺς ὁπωσοῦν ὑπονοίας ἔχοντας ὑφῃρῆσθαι τῶν βιβλίων πᾶσι μὲν ἐλέγχοις, παντοδαποῖς δὲ ὅρκοις, πλείονι δὲ τῶν οἰκετῶν βασάνῳ, πείθειν εἰ μὴ δύναιο, καταναγκάσειας εἰς μέσον πάντα προκομίσαι. ἔρρωσο.

Βυζακίοις

1 Τοὺς βουλευτὰς πάντας ὑμῖν ἀποδεδώκαμεν καὶ τοὺς πατροβούλους, εἴτε τῇ τῶν Γαλιλαίων ἑαυτοὺς ἔδοσαν δεισιδαιμονίᾳ, εἴτε πως ἄλλως πραγματεύσαιντο διαδρᾶναι τὸ βουλευτήριον, ἔξω τῶν ἐν τῇ μητροπόλει λελειτουργηκότων.

Ἑκηβολίῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme