Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
2 Τὰ γοῦν πλήθη τὰ παρὰ τῶν λεγομένων κληρικῶν ἐξηπατημένα πρόδηλον ὅτι ταύτης ἀφαιρεθείσης στασιάζει τῆς ἀδείας. οἱ γὰρ εἰς τοῦτο τετυραννηκότες οὐκ ἀγαπῶσιν ὅτι μὴ τίνουσι δίκην ὑπὲρ ὧν ἔπραξαν κακῶν, ποθοῦντες δὲ τὴν προτέραν δυναστείαν, ὅτι μὴ δικάζειν ἔξεστιν αὐτοῖς καὶ γράφειν διαθήκας καὶ ἀλλοτρίους σφετερίζεσθαι κλήρους καὶ τὰ πάντα ἑαυτοῖς προσνέμειν, πάντα κινοῦσιν ἀκοσμίας κάλων καὶ, τὸ λεγόμενον, πῦρ ἐπὶ πῦρ ὀχετεύουσι καὶ τοῖς προτέροις κακοῖς μείζονα ἐπιθεῖναι τολμῶσιν, εἰς διάστασιν ἄγοντες τὰ πλήθη. ἔδοξεν οὖν μοι πᾶσι τοῖς δήμοις προαγορεῦσαι διὰ τοῦδε τοῦ διατάγματος καὶ φανερὸν καταστῆσαι, μῆ συστασιάζειν τοῖς κληρικοῖς μηδὲ ἀναπείθεσθαι παρ’ αὐτῶν λίθους αἴρειν μηδὲ ἀπιστεῖν τοῖς ἄρχουσιν, ἀλλὰ συνιέναι μὲν ἕως ἂν ἐθέλωσιν, εὔχεσθαι δὲ ἃς νομίζουσιν εὐχὰς ὑπὲρ ἑαυτῶν· εἰ δὲ ἀναπείθοιεν ὑπὲρ ἑαυτῶν στασιάζειν, μηκέτι συνᾴδειν, ἵνα μὴ δίκην δῶσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme