3
Ταῦτα δέ μοι παρέστη τῇ Βοστρηνῶν ἰδίᾳ προαγορεῦσαι πόλει διὰ τὸ τὸν ἐπίσκοπον Τίτον καὶ τοὺς κληρικοὺς ἐξ ὧν ἐπέδοσαν βιβλίων τοῦ μετὰ σφῶν πλήθους κατηγορηκέναι, ὡς αὐτῶν μὲν παραινούντων τῷ πλήθει μὴ στασιάζειν, ὁρμωμένου δὲ τοῦ πλήθους πρὸς ἀταξίαν. ἐν γοῦν τοῖς βιβλίοις καὶ αὐτὴν ἣν ἐτόλμησεν ἐγγράψαι τὴν φωνὴν ὑπέταξά μου τῷδε τῷ διατάγματι. Καίτοι Χριστιανῶν ὄντων ἐφαμίλλων τῷ πλήθει τῶν Ἑλλήνων, κατεχομένων δὲ τῇ ἡμετέρᾳ παραινέσει μηδένα μηδαμοῦ ἀτακτεῖν. ταῦτα γάρ ἐστιν ὑπὲρ ὑμῶν τοῦ ἐπισκόπου τὰ ῥήματα. ὁρᾶτε ὅπως τὴν ὑμετέραν εὐταξίαν οὐκ ἀπὸ τῆς ὑμετέρας εἶναί φησι γνώμης, οἵ γε ἄκοντες, ὥς γε εἶπε, κατέχεσθε διὰ τὰς αὐτοῦ παραινέσεις. ὡς οὖν κατήγορον ὑμῶν ἑκόντες τῆς πόλεως διώξατε, τὰ πλήθη δὲ ὁμονοεῖτε πρὸς ἀλλήλους, καὶ μηδεὶς ἐναντιούσθω μηδὲ ἀδικείτω· μήθ’ οἱ πεπλανημένοι τοῖς ὀρθῶς καὶ δικαίως τοὺς θεοὺς θεραπεύουσι κατὰ τὰ ἐξ αἰῶνος ἡμῖν παραδεδομένα, μήθ’ οἱ θεραπευταὶ τῶν θεῶν λυμαίνεσθε ταῖς οἰκίαις ἢ διαρπάζετε τῶν ἀγνοίᾳ μᾶλλον ἢ γνώμῃ πεπλανημένων. λόγῳ δὲ πείθεσθαι χρὴ καὶ διδάσκεσθαι τοὺς ἀνθρώπους, οὐ πληγαῖς οὐδὲ ὕβρεσιν οὐδὲ αἰκισμῷ τοῦ σώματος. αὖθις δὲ καὶ πολλάκις παραινῶ τοῖς ἐπὶ τὴν ἀληθῆ θεοσέβειαν ὁρμωμένοις μηδὲν ἀδικεῖν τῶν Γαλιλαίων τὰ πλήθη, μηδὲ ἐπιτίθεσθαι μηδὲ ὑβρίζειν εἰς αὐτούς. ἐλεεῖν δὲ χρὴ μᾶλλον ἢ μισεῖν τοὺς ἐν τοῖς μεγίστοις πράττοντας κακῶς· μέγιστον γὰρ τῶν καλῶν ὡς ἀληθῶς ἡ θεοσέβεια, καὶ τοὐναντίον τῶν κακῶν ἡ δυσσέβεια. συμβαίνει δὲ τοὺς ἀπὸ θεῶν ἐπὶ τοὺς νεκροὺς καὶ τὰ λείψανα μετατετραμμένους ταύτην ἀποτῖσαι τὴν ζημίαν· ὡς τοῖς μὲν ἐνεχομένοις νόσῳ τινὶ συναλγοῦμεν, τοῖς δὲ ἀπολυομένοις καὶ ἀφιεμένοις ὑπὸ τῶν θεῶν συνηδόμεθα.
4
Ἐδόθη τῇ τῶν Καλανδῶν Αὐγούστων ἐν Ἀντιοχείᾳ.
Καλλιξείνῃ