1
Χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος, ὡς παρὰ τῶν ἔμπροσθεν ἔγνωμεν· ἐγὼ δ’ ἂν φαίην ὅτι καὶ τὸν εὐσεβῆ καὶ τὸν φιλόθεον. ἀλλ’ ἐμαρτυρήθη, φής, καὶ ἡ Πηνελόπη φίλανδρος. εἶτα μετὰ τὸ φίλανδρον τὸ φιλόθεον τίς ἐν γυναικὶ δεύτερον τίθησι, καὶ οὐ φαίνεται πολὺν πάνυ τὸν μανδραγόραν ἐκπεπωκώς; εἰ δὲ καὶ τοὺς καιρούς τις ἐν νῷ λάβοι καὶ τὴν μὲν Πηνελόπην ἐπαινουμένην σχεδὸν ὑπὸ πάντων ἐπὶ τῇ φιλανδρίᾳ, κινδυνευούσας δὲ τὰς εὐσεβεῖς ὀλίγῳ πρότερον γυναῖκας, καὶ προσθήκην δὲ τῶν κακῶν, ὅτι καὶ διπλάσιος ὁ χρόνος, ἆρ’ ἔστι σοὶ τὴν Πηνελόπην ἀξίως παραβάλλειν; ἀλλὰ μὴ μικροὺς ποιοῦ τοὺς ἐπαίνους· ἀνθ’ ὧν ἀμείψονται μέν σε πάντες οἱ θεοί, τὸ παρ’ ἡμῶν δὲ διπλῇ σε τιμήσομεν τῇ ἱερωσύνῃ. πρὸς ᾗ γὰρ πρότερον εἶχεςτῆς ἁγιωτάτης θεοῦ Δήμητρος, καὶ τῆς μεγίστης Μητρὸς θεῶν τῆς Φρυγίας ἐν τῇ θεοφιλεῖ Πεσσινοῦντι τὴν ἱερωσύνην ἐπιτρέπομέν σοι.
Εὐσταθίῳ φιλοσόφῳ
1
Μὴ λίαν ᾖ κοινὸν τὸ προοίμιον Τὸν ἐσθλὸν ἄνδρα. τὰ δὲ ἐφεξῆς οἶσθα δήπουθεν. ἀλλὰ καὶ ἔχεις. οἶσθα μὲν γὰρ ἅτε λόγιος ὢν καὶ φιλόσοφος τὸ ἑπόμενον αὐτῷ, ἐμὲ δὲ ἔχεις φίλον, εἴπερ γοῦν ἄμφω ἐσθλοί ἐσμεν. ὑπὲρ γὰρ σοῦ τοῦτο κἂν διατειναίμην, ὅτι τοιοῦτος εἶ, περὶ δὲ ἐμαυτοῦ σιωπῶ· γένοιτο δὲ τοὺς ἄλλους αἰσθέσθαι καὶ ἐμοῦ τοιούτου. τί οὖν ὥσπερ ἄτοπόν τι λέξων κύκλῳ περίειμι δέον εἰπεῖν; ἧκε καὶ σπεῦδε καί, τὸ λεγόμενον, ἵπτασο. πορεύσει δέ σε θεὸς εὐμενὴς μετὰ τῆς Ἐνοδίας παρθένου, καὶ ὑπουργήσει δρόμος δημόσιος ὀχήματι βουλομένῳ χρήσασθαι, καὶ παρίπποις δυσίν.
Εὐσταθίῳ φιλοσόφῳ
1
Χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν Ὅμηρος ὁ σοφὸς ἐνομοθέτησεν· ἡμῖν δὲ ὑπάρχει πρὸς ἀλλήλους ξενικῆς φιλίας ἀμείνων ἥ τε διὰ τῆς ἐνδεχομένης παιδείας καὶ τῆς περὶ τοὺς θεοὺς εὐσεβείας, ὥστ’ οὐκ ἄν μέ τις ἐγράψατο δικαίως ὡς τὸν Ὁμήρου παραβαίνοντα νόμον, εἰ καὶ ἐπὶ πλεῖόν σε μένειν παρ’ ἡμῖν ἠξίωσα. ἀλλὰ σοι τὸ σωμάτιον ἰδὼν ἐπιμελείας πλείονος δεόμενον ἐπέτρεψα βαδίζειν εἰς τὴν πατρίδα, καὶ ῥᾳστώνης ἐπεμελήθην τῆς πορείας. ὀχήματι γοῦν ἔξεστί σοι δημοσίῳ χρήσασθαι, πορεύοιεν δέ σε σὺν Ἀσκληπιῷ πάντες οἱ θεοί, καὶ πάλιν ἡμῖν συντυχεῖν δοῖεν.