Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
2 Λίαν αἰσχύνομαι νὴ τοὺς θεούς, ἄνδρες Ἀλεξανδρεῖς, εἴ τις ὅλως Ἀλεξανδρέων ὁμολογεῖ Γαλιλαῖος εἶναι. τῶν ὡς ἀληθῶς Ἑβραίων οἱ πατέρες Αἰγυπτίοις ἐδούλευον πάλαι, νυνὶ δὲ ὑμεῖς, ἄνδρες Ἀλεξανδρεῖς, Αἰγυπτίων κρατήσαντες· ἐκράτησε γὰρ ὁ κτίστης ὑμῶν τῆς Αἰγύπτου· τοῖς κατωλιγωρηκόσι τῶν πατρίων δογμάτων δουλείαν ἐθελούσιον ἄντικρυς τῶν παλαιῶν θεσμῶν ὑφίστασθε. καὶ οὐκ εἰσέρχεται μνήμη τῆς παλαιᾶς ὑμᾶς ἐκείνης εὐδαιμονίας, ἡνίκα ἦν κοινωνία μὲν πρὸς τοὺς θεοὺς Αἰγύπτῳ τῇ πάσῃ, πολλῶν δὲ ἀπελαύομεν ἀγαθῶν. ἀλλ’ οἱ νῦν εἰσαγαγόντες ὑμῖν τὸ καινὸν τοῦτο κήρυγμα τίνος αἴτιοι γεγόνασιν ἀγαθοῦ τῇ πόλει, φράσατέ μοι. κτίστης ὑμῖν ἦν ἀνὴρ θεοσεβὴς Ἀλέξανδρος ὁ Μακεδών, οὔτι μὰ Δία κατά τινα τούτων ὢν οὐδὲ κατὰ πάντας Ἑβραίους μακρῷ γεγονότας αὐτῶν κρείττονας. ἐκείνων μὲν οὖν καὶ ὁ τοῦ Λάγου Πτολεμαῖος ἦν ἀμείνων, Ἀλέξανδρος δὲ κἂν Ῥωμαίοις εἰς ἅμιλλαν ἰὼν ἀγῶνα παρεῖχε. τί οὖν μετὰ τὸν κτίστην οἱ Πτολεμαῖοι, τὴν πόλιν ὑμῶν ὥσπερ γνησίαν θυγατέρα παιδοτροφήσαντες; οὔτι τοῖς Ἰησοῦ λόγοις ηὔξησαν αὐτήν, οὐδὲ τῇ τῶν θεοῖς ἐχθίστων Γαλιλαίων διδασκαλίᾳ τὴν οἰκονομίαν αὐτῇ ταύτην, ὑφ’ ἧς νῦν ἐστιν εὐδαίμων, ἐξειργάσαντο. τρίτον, ἐπειδὴ Ῥωμαῖοι κύριοι γεγόναμεν αὐτῆς ,ἀφελόμενοι τοὺς Πτολεμαίους οὐ καλῶς ἄρχοντας, ὁ Σεβαστὸς ἐπιδημήσας ὑμῶν τῇ πόλει καὶ πρὸς τοὺς ὑμετέρους πολίτας διαλεχθεὶς, Ἄνδρες, εἶπεν, Ἀλεξανδρεῖς, ἀφίημι τὴν πόλιν αἰτίας πάσης αἰδοῖ τοῦ μεγάλου θεοῦ Σαράπιδος αὐτοῦ τε ἕνεκα τοῦ δήμου καὶ τοῦ μεγέθους τῆς πόλεως· αἰτία δέ μοι τρίτη τῆς εἰς ὑμᾶς εὐνοίας ἐστὶ καὶ ὁ ἑταῖρος Ἄρειος. ἦν δὲ ὁ Ἄρειος οὗτος πολίτης μὲν ὑμέτερος, Καίσαρος δὲ τοῦ Σεβαστοῦ συμβιωτής, ἀνὴρ φιλόσοφος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme