Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
3 Τὰ μὲν οὖν ἰδίᾳ περὶ τὴν πόλιν ὑμῶν ὑπάρξαντα παρὰ τῶν Ὀλυμπίων θεῶν, ὡς ἐν βραχεῖ φράσαι, τοιαῦτα, σιωπῶ δὲ διὰ τὸ μῆκος τὰ πολλά· τὰ δὲ κοινῇ καθ’ ἡμέραν οὐκ ἀνθρώποις ὀλίγοις οὐδὲ ἑν ὶγένει οὐδὲ μιᾷ πόλει, παντὶ δὲ ὁμοῦ τῷ κόσμῳ παρὰ τῶν ἐμφανῶν θεῶν διδόμενα πῶς ὑμεῖς οὐκ ἴστε; μόνοι τῆς ἐξ Ἡλίου κατιούσης αὐγῆς ἀναισθήτως ἔχετε; μόνοι θέρος οὐκ ἴστε καὶ χειμῶνα παρ’ αὐτοῦ γινόμενον; μόνοι ζῳογονούμενα καὶ φυόμενα παρ’ αὐτοῦ τὰ πάντα; τὴν δὲ ἐξ αὐτοῦ καὶ παρ’ αὐτοῦ δημιουργὸν τῶν ὅλων Σελήνην οὖσαν οὐκ αἰσθάνεσθε πόσων ἀγαθῶν αἰτία τῇ πόλει γίνεται; καὶ τούτων μὲν τῶν θεῶν οὐδένα προσκυνεῖν τολμᾶτε· ὃν δὲ οὔτε ὑμεῖς οὔτε οἱ πατέρες ὑμῶν ἑοράκασιν Ἰησοῦν οἴεσθε χρῆναι θεὸν λόγον ὑπάρχειν. ὃν δὲ ἐξ αἰῶνος ἅπαν ὁρᾷ τὸ τῶν ἀνθρώπων γένος καὶ βλέπει καὶ σέβεται καὶ σεβόμενον εὖ πράττει, τὸν μέγαν Ἥλιον λέγω, τὸ ζῶν ἄγαλμα καὶ ἔμψυχον καὶ ἔννουν καὶ ἀγαθοεργὸν τοῦ νοητοῦ πατρός, εἴ τι μοι πείθεσθε παραινοῦντι, καὶ μικρὰ ὑμᾶς αὐτοὺς ἐπαναγάγετε πρὸς τήν ἀλήθειαν. οὐχ ἁμαρτήσεσθε γὰρ τῆς ὀρθῆς ὁδοῦ πειθόμενοι τῷ πορευθέντι κἀκείνην τὴν ὁδὸν ἄχρις ἐτῶν εἴκοσι καὶ ταύτην ἤδη σὺν θεοῖς πορευομένῳ δωδέκατον ἔτος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme