Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
4 Εἰ μὲν οὖν φίλον ὑμῖν πείθεσθαι, μειζόνως εὐφρανεῖτε· τῇ δεισιδαιμονίᾳ δὲ καὶ κατηχήσει τῶν πανούργων ἀνθρώπων ἐμμένειν εἴπερ ἐθέλοιτε ,τὰ πρὸς ἀλλήλους ὁμονοεῖτε καὶ τὸν Ἀθανάσιον μὴ ποθεῖτε. πολλοὶ πάντως εἰσὶ τῶν αὐτοῦ μαθητῶν δυνάμενοι τὰς ἀκοὰς ὑμῶν κνησιώσας καὶ δεομένας ἀσεβῶν ῥημάτων ἱκανῶς παραμυθήσασθαι. ὤφελε γὰρ Ἀθανασίῳ ὁμοῦ ἡ τοῦ δυσσεβοῦς αὐτοῦ διδασκαλείου κατακεκλεῖσθαι μοχθηρία. νῦν δέ ἐστι πλῆθος ὑμῖν οὐκ ἀγεννές, καὶ πρᾶγμά δὲ οὐδέν. ὃν γὰρ ἃν ἕλησθε τοῦ πλήθους, ὅσα γε εἰς τὴν τῶν γραφῶν διδασκαλίαν ἥκει, χείρων οὐδὲν ἔσται τοῦ παρ’ ὑμῶν ποθουμένου. εἰ δὲ τῆς ἄλλης ἐντρεχείας ἐρῶντες Ἀθανασίου· πανοῦργον γὰρ εἶναι τὸν ἄνδρα πυνθάνομαι· ταύτας ἐποιήσασθε τὰς δεήσεις, ἴστε δι’ αὐτὸ τοῦτο αὐτὸν ἀπεληλαμένον τῆς πόλεως· ἀνεπιτήδειος γὰρ φύσει προστατεύειν δήμου πολυπράγμων ἀνήρ. εἰ δὲ μηδὲ ἀνήρ, ἀλλ’ ἀνθρωπίσκος εὐτελής, καθάπερ οὗτος ὁ μέγας οἰόμενος περὶ τῆς κεφαλῆς κινδυνεύειν, τοῦτο δὲ δίδωσιν ἀταξίας ἀρχήν. ὅθεν, ἵνα μὴ γένηται τοιοῦτο περὶ ὑμᾶς μηδέν, ἀπελθεῖν αὐτῷ προηγορεύσαμεν τῆς πόλεως πάλαι, νυνὶ δὲ καὶ Αἰγύπτου πάσης.
5 Προτεθήτω τοῖς ἡμετέροις πολίταις Ἀλεξανδρεῦσιν.

Ἀλεξανδρεῦσιν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme