Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Ἄξιόν ἐστιν, εἴπερ ἄλλου τινός, καὶ τῆς ἱερᾶς ἐπιμεληθῆναι μουσικῆς. ἐπιλεξάμενος οὖν ἐκ τοῦ δήμου τῶν Ἀλεξανδρέων εὖ γεγονότας μειρακίσκους ἀρτάβας ἑκάστῳ σίτου κέλευσον δύο τοῦ μηνὸς χορηγεῖσθαι, ἔλαιόν τε ἐπ αὐτῷ καὶ οἶνον· ἐσθῆτα δὲ παρέξουσιν οἱ τοῦ ταμιείου προεστῶτες. οὗτοι δὲ τέως ἐκ φωνῆς καταλεγέσθωσαν. εἰ δέ τινες δύναιντο καὶ τῆς ἐπιστήμης αὐτῆς εἰς ἄκρον μετασχεῖν, ἴστωσαν ἀποκείμενα πάνυ μεγάλα τοῦ πόνου τὰ ἔπαθλα καὶ παρ’ ἡμῖν. ὅτι γὰρ πρὸ ἡμῶν αὐτοὶ τὰς ψυχὰς ὑπὸ τῆς θείας μουσικῆς καθαρθέντες ὀνήσονται, πιστευτέον τοῖς προαποφαινομένοις ὀρθῶς ὑπὲρ τούτων. ὑπὲρ μὲν οὖν τῶν παίδων τοσαῦτα. τοὺς δὲ νῦν ἀκροωμένους τοῦ μουσικοῦ Διοσκόρου ποίησον ἀντιλαβέσθαι τῆς τέχνης προθυμότερον, ὡς ἡμῶν ἑτοίμων ἐπὶ ὅπερ ἂν ἐθέλωσιν αὐτοῖς συνάρασθαι.

Διονυσίῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme