Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
3 Ἀλλὰ τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων εἶναι ὀβολῶν, τὸ λεγόμενον, ἀξίαν; οὐκ οἶσθ’ ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο, καὶ Ὀδυσσεὺς μὲν αὐτὸν ὁ συνετώτατος ἔπαι ετῷ σκήπτρῳ, τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παροινίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τῆς παροιμίας; πλὴν οὐ μέγα ἔργον ἐστὶ νἐπιτιμᾶν ἄλλοις, ἑαυτὸν δὲ ἀνεπιτίμητον παρασχεῖν. εἰ δέ σοι ταύτης μέτεστι τῆς μερίδος, ἐπίδειξον ἡμῖν. ἆρ’ ὅτε νέος ἦσθα, καλὰς ἔδωκας ὑπὲρ σαυτοῦ τοῖς πρεσβυτέροις ὁμιλίας; ἀλλ’ ἐγὼ κατὰ τὴν Εὐριπίδειον Ἤλεκτραν τὰς τοιαύτας σιγῶ τύχας. ἐπεὶ δὲ ἀνὴρ γέγονας καὶ στρατοπέδῳ παρέβαλες, ἔπραξας πῶς πρὸς τοῦ Διός; ὑπὲρ τῆς ἀληθείας φὴς προσκρούσας ἀπηλλάχθαι. ἐκ τίνων τοῦτο ἔχων δεῖξαι, ὥσπερ οὐ πολλῶν καὶ πονηροτάτων, ὑφ’ ὧνπερ καὶ αὐτὸς ἀπηλάθης, ἐκτοπισθέντων; οὐ τοῦτό ἐστιν, ὦ συνετώτατε Διονύσιε, σπουδαίου καὶ σώφρονος ἀνδρός, ἀπεχθανόμενον ἀπελθεῖν τοῖς κρατοῦσιν. ἦσθα δὲ ἂν βελτίων, εἰ τοὺς ἀνθρώπους ἐκ τῆς πρὸς σεαυτὸν συνουσίας ἀπέφηνας ἡμῖν μετριωτέρους. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σέ, μὰ τοὺς θεούς, οὐδὲ κατὰ μυρίους ἄλλους, ὅσοι ζηλοῦσι τὸν σὸν τρόπον· πέτραι γὰρ πέτραις καὶ λίθοι λίθοις προσαραττόμενοι οὐκ ὠφελοῦσι μὲν ἀλλήλους, ὁ δ’ ἰσχυρότερος τὸν ἥττονα εὐχερῶς συντρίβει.
4 Ἆρα μὴ Λακωνικῶς ταῦτα καὶ συντόμως λέγω; ἀλλ’ ἐγὼ μέν οἶμαι λαλίστερος διὰ σὲ καὶ τῶν Ἀττικῶν ἀποπεφάνθαι τεττίγων. ὑπὲρ δὲ ὧν εἰς ἐμὲ πεπαρῴνηκας, ἐπιθήσω σοι δίκην τὴν πρέπουσαν, ἐθελόντων θεῶν καὶ τῆς δεσποίνης Ἀδραστείας. τίς οὖν ἡ δίκη καὶ τί μάλιστα τὸ δυνάμενόν σου τὴν γλῶτταν καὶ τὴν διάνοιαν ὀδυνῆσαι; ὡς ἐλάχιστα πειράσομαι διά τε τῶν λόγων καὶ διὰ τῶν ἔργων ἐξαμαρτὼν μὴ παρασχέσθαι σου τῇ κακηγόρῳ γλώττῃ πολλὴν φλυαρίαν. καίτοι με οὐ λέληθεν, ὅτι καὶ τῆς Ἀφροδίτης φασὶν ὑπὸ τοῦ Μώμου ἐσκῶφθαι τὸ σάνδαλον. ἀλλ’ ὁρᾷς ὅτι πολλὰ καὶ ὁ Μῶμος ἐρρήγνυτο, καὶ μόλις ἐλαμβάνετο τοῦ σανδάλου. εἴη δὲ καὶ σὲ περὶ ταῦτα τριβόμενον καταγηρᾶσαι καὶ τοῦ Τιθωνοῦ βαθύτερον καὶ τοῦ Κινύρου πλουσιώτερον καὶ τοῦ Σαρδαναπάλου τρυφηλότερον, ὅπως τὸ τῆς παροιμίας ἐπὶ σοῦ πληρωθῇ Δὶς παῖδες οἱ γέροντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme