Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
5 Ἀλλ’ ὁ θεσπέσιος Ἀλέξανδρος ἐκ τίνων ἐφάνη σοι τηλικοῦτος; ἆρ’ ὅτι μιμητὴς αὐτοῦ γενόμενος ἐζήλωσας ὅσα ἐκείνῳ τὸ μειράκιον ὁ Ἑρμόλαος ὠνείδισεν; ἢ τοῦτο μὲν οὐδεὶς οὕτως ἐστὶν ἀνόητος ὡς ὑπονοῆσαι περὶ σοῦ· τοὐναντίον δὲ καὶ ὅπερ ἀπωδύρετο παθὼν Ἑρμόλαος, καὶ διόπερ διενοεῖτο τὸν Ἀλέξανδρον, ὥς φασιν, ἀποκτεῖναι, τοῦτο δὲ οὐδεὶς ὅστις πεπεισμένος οὐκ ἔστι περὶ σοῦ; πολλῶν δὲ ἐγὼ νὴ τοὺς θεοὺς καὶ σφόδρα σε φαμένων φιλεῖν ἀκήκοα πολλὰ ὑπὲρ ταύτης ἀπολογουμένων τῆς ἁμαρτίας, ἤδη δέ τινος καὶ ἀπιστοῦντος. ἀλλ’ οὗτός ἐστιν ἡ μία χελιδών, οὐ ποιεῖ τὸ ἔαρ. ἀλλ’ ἴσως ἐκεῖθεν Ἀλέξανδρος ὤφθη σοι μέγας, ὅτι Καλλισθένη μὲν ἀπέκτεινε πικρῶς, Κλεῖτος δὲ αὐτοῦ τῆς παροινίας ἔργον ἐγένετο, Φιλώτας τε καὶ Παρμενίων καὶ τὸ Παρμενίωνος παιδίον. ἐπεὶ τὰ περὶ τὸν Ἕκτορα τὸν ἐν Αἰγύπτῳ τοῦ Νείλου ταῖς δίναις ἢ ταῖς Εὐφράτου· λέγεται γὰρ ἑκάτερον· ἐναποπνιγέντα καὶ τὰς ἄλλας αὐτοῦ παιδιὰς σιωπῶ, μὴ βλασφημεῖν ἄνδρα δόξω τὸ κατωρθωμένον μὲν οὐδαμῶς ἔχοντα, κράτιστον μέντοι τὰ πολεμικὰ στρατηγόν. ὧν σὺ κατὰ τὴν προαίρεσιν καὶ κατὰ τὴν ἀνδρείαν ἔλαττον μετέχεις ἢ τριχῶν ἰχθύες. ἄκουε δὴ τῆς παραινέσεως μὴ λίαν ὀργίλως, οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα, τὸ δὲ ἑξῆς οὐ παραγράφω σοι, αἰσχύνομαι γὰρ νὴ τοὺς θεούς. ἀξιῶ μέντοι σε προσυπακούειν αὐτό· καὶ γὰρ εὔλογον ἕπεσθαι τοῖς ἔργοις τοὺς λόγους, ἀλλὰ μὴ φεύγειν τὰ ῥήματα τὸν μηδαμῶς διαπεφευγότα τὰ ἔργα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme