Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
6 Ἀλλ’ ὁ τὴν Μαγνεντίου καὶ Κώνσταντος ὁσίαν αἰσχυνόμενος, ἀνθ’ ὅτου τοῖς ζῶσι πολεμεῖς καὶ τοῖς ὁπωσοῦν βελτίστοις λοιδορῇ; πότερον ὅτι μᾶλλον ἐκεῖνοι δύνανται τῶν ζώντων ἀμύνεσθαι τοὺς λυποῦντας; ἀλλὰ σοὶ τοῦτο οὐ προσήκει λεγειν· εἶ γάρ, ὡς γράφεις, θαρραλεώτατος. ἀλλ’ εἰ μὴ τοῦτο, τυχὸν ἕτερον· ὡς γὰρ οὐκ αἰσθανομένους ἐπισκώπτειν ἴσως οὐ βούλει. τῶν ζώντων δὲ ἆρά τις οὕτως εὐήθης ἐστὶν ἢ μικρόψυχος, ὃς ἀξιώσειεν ἂν αὑτοῦ παρὰ σοὶ λόγον εἶναί τινα, καὶ οὐ βουλήσεται μάλιστα μὲν ἀγνοεῖσθαι παρὰ σοῦ παντάπασιν, εἰ δ’ ἀδύνατον εἴη, λοιδορεῖσθαι παρὰ σοῦ μᾶλλον, καθάπερ ἐγὼ νῦν, ἢ τιμᾶσθαι; μήποτε οὕτω κακῶς φρονήσαιμι, μήποτε τῶν παρὰ σοῦ μᾶλλον ἐπαίνων ἢ ψόγων ἀντιποιησαίμην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme