Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
7 Ἀλλ’ αὐτὸ τοῦτο τὸ γράφειν πρὸς σε δακνομένου τυχὸν ἴσως ἐστίν; οὐ μὰ τοὺς θεοὺς τοὺς σωτῆρας, ἀλλ’ ἐπικόπτοντος τὴν ἄγαν αὐθάδειαν καὶ τὴν θρασύτητα καὶ τὴν ἀκολασίαν τὴν τῆς γλώττης καὶ τὸ τῆς ψυχῆς ἄγριον καὶ τὸ μαινόμενον τῶν φρενῶν καὶ τὸ παρακεκινηκὸς ἐν πᾶσιν. ἐξῆν γοῦν, εἴπερ ἐδεδήγμην, ἔργοις ἀλλὰ μὴ λόγοις σε σφόδρα νομίμως κολάσαι. πολίτης γὰρ ὢν καὶ τῆς γερουσίας μετέχων αὐτοκράτορος ἐπίταγμα παρῃτήσω· τοῦτο δὲ οὐκ ἐξῆν δήπουθεν τῷ μὴ μεγάλην ἀνάγκην προϊσχομένῳ. οὔκουν ἐξήρκει μοι ὑπὲρ τούτου ζημιῶσαί σε παντοίαν ζημίαν, ἀλλ’ ᾠήθην δεῖν γράψαι πρός σε πρῶτον, νομίζων ἰάσιμον ἐπιστολίῳ βραχεῖ. ὡς δέ ς̓ ἐμμένοντα τοῖς αὐτοῖς, μᾶλλον δὲ τὸ λεληθὸς τέως τῆς μανίας ἐφώρασα, μή τι καὶ νομισθείης ἀνήρ, οὐκ ἀνὴρ ὤν, καὶ παρρησίας μεστός, ἐμβροντησίας ὢν πλήρης, καὶ παιδείας μετεσχηκώς, οὐδὲ γρὺ λόγων ἁψάμενος, ὅσα γε εἰκός ἐστι ταῖς ἐπιστολαῖς σου τεκμήρασθαι. τὸ γὰρ φροῦδον οὐδεὶς εἶπε τῶν ἀρχαίων ἐπὶ τοῦ προφανοῦς, ὥσπερ σὺ νῦν, ἐπεὶ τὰς ἄλλας σου τῆς ἐπιστολῆς ἁμαρτίας οὐδεὶς ἂν ἐπεξελθεῖν ἐν μακρῷ βιβλίῳ δυνηθείη καὶ τὸ μαστροπὸν ἐκεῖνο καὶ βδελυρὸν ἦθος, ὑφ’ οὗ σεαυτὸν προαγωγεύεις. οὐ γὰρ τοὺς ἐξ ἑτοίμου φὴς ἥκοντας οὐδὲ τοὺς ἐφεδρεύοντας ταῖς ἀρχαῖς, ἀλλὰ τοὺς βεβαίᾳ κρίσει χρωμένους καὶ κατὰ τοῦτο τὸ δέον αἱρουμένους τούτους δεῖν, ἀλλ’ οὐ τοὺς ἑτοίμως ὑπακούοντας, αἱρεῖσθαι. καλάς γε ἡμῖν ἐλπίδας ὑποφαίνεις οὐδὲν δεομένοις ὡς ὑπείξων, ἢν αὖθίς σε καλῶμεν ἐπὶ κοινωνίαν πραγμάτων. ἐμοὶ δὲ τοσοῦτον μέρος τούτου περίεστιν, ὥστε σε, τῶν ἄλλων εἰσιεμένων, οὐδὲ προσείρηκα πώποτε. καίτοι γε πρὸς πολλοὺς ἔγωγε τοῦτο ἐποίησα γνωρίμων τε καὶ ἀγνοουμένων ἐμοὶ κατὰ τὴν θεοφιλῆ Ῥώμην διατρίβοντας. οὕτω σου τῆς φιλίας ἀντεποιούμην, οὕτω σε σπουδῆς ἄξιον ᾠόμην. εἰκὸς οὖν ὅτι καὶ τὰ μέλλοντα πρός σε τοιαῦτα ἔσται. καὶ γὰρ νῦν ἔγραψα ταυτηνὶ τὴν ἐπιστολήν, οὐ σοὶ μόνον ἀνάγνωσμα, ἐπεὶ καὶ ἀναγκαίαν πολλοῖς αὐτὴν ᾔδειν, καὶ δώσω γε πᾶσιν οὐκ ἄκουσιν, ὡς ἐμαυτὸν πείθω, ληψομένοις· σεμνότερον γὰρ ὁρῶντές σε καὶ ὀγκωδέστερον τῶν ἔμπροσθέν σοι βεβιωμένων ἄχθονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme