Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
2 Οὐκοῦν ἡσυχία μὲν ὁ θάνατός ἐστιν, ἡσυχίᾳ δὲ ἡ νὺξ ἁρμόττει. διόπερ οἶμαι πρέπειν ἐν αὐτῇ τὰ περὶ τὰς ταφὰς πραγματεύεσθαι τῶν τελευτησάντων, ἐπεὶ τό γε ἐν ἡμέρᾳ πράττειν τι τοιοῦτο πολλῶν ἕνεκα παραιτητέον. ἄλλος ἐπ’ ἄλλῃ πράξει στρέφεται κατὰ τὴν πόλιν, καὶ μεστὰ πάντα ἐστὶ τῶν μὲν εἰς δικαστήρια πορευομένων τῶν δὲ εἰς ἀγορὰν καὶ ἐξ ἀγορᾶς, τῶν δὲ ταῖς τέχναις προσκαθημένων, τῶν δὲ ἐπὶ τὰ ἱερὰ φοιτώντων, ὅπως τὰς ἀγαθὰς ἐλπίδας παρὰ τῶν θεῶν βεβαιώσαιντο· εἶτα οὐκ οἶδα οἵτινες ἀναθέντες ἐν κλίνῃ νεκρὸν διὰ μέσων ὠθοῦνται τῶν ταῦτα σπουδαζόντων. καὶ τὸ πρᾶγμά ἐστι πάντα τρόπον οὐκ ἀνεκτόν. ἀναπίμπλανται γὰρ οἱ προστυχόντες πολλάκις ἀηδίας, οἱ μὲν οἰόμενοι πονηρὸν τὸ οἰώνισμα, τοῖς δὲ εἰς ἱερὰ βαδίζουσιν οὐ θέμις προσελθεῖν ἐστι πρὶν ἀπολούσασθαι. τοῖς γὰρ αἰτίοις τοῦ ζῆν θεοῖς καὶ μάλιστα πάντων ἀλλοτριώτατα πρὸς φθορὰν διακειμένοις οὐ θέμις προσελθεῖν ἀπὸ τοιαύτης ὄψεως. καὶ οὔπω τὰ μείζω κατηγόρηκα τοῦ γιγνομένου. τίνα δὲ ταῦτά ἐστιν; ἱεροὶ περίβολοι καὶ θεῶν ναοὶ ἀνεῴγασι· καὶ πολλάκις θύει τις ἔνδον καὶ σπένδει καὶ εὔχεται, οἱ δὲ παρέρχονται παρ’ αὐτὸ τὸ ἱερὸν νεκρὸν κομίζοντες, καὶ ἡ τῶν ὀδυρμῶν φωνὴ καὶ δυσφημία ἄχρι τῶν βωμῶν φέρεται.
3 Οὐκ ἴστε ὅτι πρὸ πάντων τῶν ἄλλων τὰ τῆς ἡμέρας καὶ τὰ τῆς νυκτὸς ἔργα διῄρηται; οὕτως οὖν εἰκότως τῆς μὲν ἀφῃρέθη, τῇ δὲ ἂν ἀνακέοιτο. οὐ γὰρ δὴ τῆς ἐσθῆτος τὴν λευκὴν ἐπὶ τοῖς πένθεσιν ὀρθῶς ἔχον ἐστὶ παραιτεῖσθαι, θάπτειν δὲ τοὺς τελευτήσαντας ἐν ἡμέρᾳ καὶ φωτί. βέλτιον ἦν ἐκεῖνο, εἴ γε εἰς οὐδένα τῶν θεῶν ἐπλημμελεῖτο, τοῦτο δὲ οὐκ ἐκφεύγει τὸ μὴ εἰς ἅπαντας τοὺς θεοὺς εἶναι δυσσέβειαν. τοῖς τε γὰρ Ὀλυμπίοις οὐ δέον αὐτὸ προσνέμουσι, καὶ τῶν χθονίων, ἢ ὁπωσοῦν ἄλλως οἱ τῶν ψυχῶν ἐπίτροποι καὶ κύριοι χαίρουσιν ὀνομαζόμενοι, παρὰ τὸ δέον ἀλλοτριοῦσιν. ἐγὼ δὲ οἶδα καὶ τοὺς περιττοὺς καὶ ἀκριβεῖς τὰ θεῖα θεοῖς τοῖς κάτω νύκτωρ ἢ πάντως μετὰ δεκάτην ἡμέρας ὥραν ἱερὰ δρᾶν ἀξιοῦντας. εἰ δὲ τῆς ἐκείνων θεραπείας οὗτος ἀμείνων ὁ καιρός, οὐδὲ τῇ θεραπείᾳ πάντως τῶν τεθνεώτων ἕτερον ἀποδώσομεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme