Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
4 Τὰς Βάτνας δὲ ἑώρων πεδίον λάσιον ἄλση κυπαρίττων ἔχον νέων· καὶ ἦν ἐν ταύταις οὐδὲν γεράνδρυον οὐδὲ σαπρόν, ἀλλὰ ἐξ ἴσης ἅπαντα θάλλοντα τῇ κόμῃ· καὶ τὰ βασίλεια πολυτελῆ μὲν ἥκιστα· πηλοῦ γὰρ ἦν μόνον καὶ ξύλων οὐδὲν ποικίλον ἔχοντα· κῆπον δὲ τοῦ μὲν Ἀλκίνου καταδεέστερον, παραπλήσιον δὲ τῷ Λαέρτου, καὶ ἐν αὐτῷ μικρὸν ἄλσος πάνυ, κυπαρίττων μεστόν, καὶ τῷ θριγκίῳ δὲ πολλὰ τοιαῦτα παραπεφυτευμένα δένδρα στίχῳ καὶ ἐφεξῆς. εἶτα τὸ μέσον πρασιαί, καὶ ἐν ταύταις λάχανα καὶ δένδρα παντοίαν ὀπώραν φέροντα. τί οὖν ἐνταῦθα; ἔθυσα δείλης, εἶτ’ ὄρθρου βαθέος, ὅπερ εἴωθα ποιεῖν ἐπιεικῶς ἑκάστης ἡμέρας. ἐπεὶ δὲ ἦν καλὰ τὰ ἱερά, τῆς Ἱερᾶς πόλεως εἰχόμεθα, καὶ ὑπαντῶσιν ἡμῖν οἱ πολῖται, καὶ ὑποδέχεταί με ξένος, ὀφθεὶς μὲν ἄρτι, φιλούμενος δὲ ὑπ’ ἐμοῦ πάλαι. τὴν δὲ αἰτίαν αὐτὸς μὲν εὖ οἶδα ὅτι συνῄδεις, ἐμοὶ δὲ ἡδὺ καὶ ἄλλως φράσαι· τὸ γὰρ ἀεὶ περὶ αὐτῶν ἀκούειν καὶ λέγειν ἐστί μοι νέκταρ. Ἰαμβλίχου τοῦ θειοτάτου τὸ θρέμμα Σώπατρος ἐγένετο ὁ τούτου κηδεστής· ἐξίσου ἐμοὶ γὰρ τὸ μὴ πάντα ἐκείνων τῶν ἀνδρῶν ἀγαπᾶν ἀδικημάτων οὐδενὸς τῶν φαυλοτάτων ἔλαττον εἶναι δοκεῖ. πρόσεστι ταύτης αἰτία μείζων. ὑποδεξάμενος γὰρ πολλάκις τόν τε ἀνεψιὸν τὸν ἐμὸν καὶ τὸν ὁμοπάτριον ἀδελφὸν καὶ προτραπεὶς ὑπ’ αὐτῶν, οἷα εἰκός, πολλάκις ἀποστῆναι τῆς εἰς τοὺς θεοὺς εὐσεβείας, ὃ χαλεπόν ἐστιν, οὐκ ἐλήφθη τῇ νόσῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme