Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
5 Ταῦτα εἶχον ἀπὸ τῆς Ἱερᾶς πόλεώς σοι γράφειν ὑπὲρ τῶν ἐμαυτοῦ. τὰς δὲ στρατιωτικὰς ἢ πολιτικὰς οἰκονομίας αὐτὸν ἐχρῆν οἶμαι παρόντα ἐφορᾶν καὶ ἐπιμελεῖσθαι· μεῖζον γάρ ἐστιν ἢ κατ’ ἐπιστολήν, εὖ ἴσθι, καὶ τοσοῦτον ὅσον οὐ ῥᾴδιον οὐδὲ τριπλασίᾳ ταύτης περιλαβεῖν σκοποῦντι τἀκριβές. ἐπὶ κεφαλαίου δέ σοι καὶ ταῦτα φράσω δι’ ὀλίγων. πρὸς τοὺς Σαρακηνοὺς ἔπεμψα πρέσβεις, ὑπομιμνήσκων αὐτοὺς ἥκειν, εἰ βούλοιντο. ἓν μὲν δὴ τοιοῦτον· ἕτερον δέ, λίαν ἐγρηγορότας ὡς ἐνεδέχετο τοὺς παραφυλάξοντας ἐξέπεμψα, μή τις ἐνθένδε πρὸς τοὺς πολεμίους ἐξέλθῃ λαθών, ἐσόμενος αὐτοῖς ὡς κεκινήμεθα μηνυτής. ἐκεῖθεν ἐδίκασα δίκην στρατιωτικήν, ὡς ἐμαυτὸν πείθω, πρᾳότατα καὶ δικαιότατα. ἵππους περιττοὺς καὶ ἡμιόνους παρεσκεύασα, τὸ στρατόπεδον εἰς ταὐτὸ συναγαγών. ναῦς πληροῦνται ποτάμιαι πυροῦ, μᾶλλον δὲ ἄρτων ξηρῶν καὶ ὄξους. καὶ τούτων ἕκαστον ὅπως ἐπράχθη καὶ τίνες ἐφ’ ἑκάστῳ γεγόνασι λόγοι, πόσου μήκους ἐστὶ συγγράφειν ἐννοεῖς. ἐπιστολαῖς δὲ ὅσαις ὑπέγραψα καὶ βίβλοις· ἑπόμενα γὰρ ὡσπερεὶ σκιά μοι καὶ ταῦτα συμπερινοστεῖ πανταχοῦ· τί δεῖ νῦν πράγματα ἔχειν ἀπαριθμούμενον;

Μαξίμῳ φιλοσόφῳ

1 Ὁ μὲν μῦθος ποιεῖ τὸν ἀετόν, ἐπειδὰν τὰ γνήσια τῶν κυημάτων βασανίζῃ, φέρειν ἄπτιλα πρὸς τὸν αἰθέρα καὶ ταῖς ἡλίου προσάγειν ἀκτῖσιν, ὥσπερ ὑπὸ μάρτυρι τῷ θεῷ πατέρα τε ἀληθοῦς νεοττοῦ γινόμενον καὶ νόθου γονῆς ἀλλοτριούμενον· ἡμεῖς δέ σοι καθάπερ Ἑρμῇ λογίῳ τοὺς ἡμετέρους λόγους ἐγχειρίζομεν. κἂν μὲν ὑπομείνωσι τὴν ἀκοὴν τὴν σήν, ἐπὶ σοὶ τὸ κρῖναι περὶ αὐτῶν, εἰ καὶ πρὸς τοὺς ἄλλους εἰσὶ πτήσιμοι· εἰ δὲ μή, ῥῖψον εἰκῆ καθάπερ Μουσῶν ἀλλοτρίους, ἢ ποταμῷ κλύσον ὡς νόθους. πάντως οὐδὲ ὁ Ῥῆνος ἀδικεῖ τοὺς Κελτούς, ὃς τὰ μὲν νόθα τῶν βρεφῶν ὑποβρύχια ταῖς δίναις ποιεῖ, καθάπερ ἀκολάστου λέχους τιμωρὸς πρέπων· ὅσα δ’ ἂν ἐπιγνῷ καθαροῦ σπέρματος, ὑπεράνω τοῦ ὕδατος αἰωρεῖ, καὶ τῇ μητρὶ τρεμούσῃ πάλιν εἰς χεῖρας δίδωσιν, ὥσπερ ἀδέκαστόν τινα μαρτυρίαν αὐτῇ καθαρῶν καὶ ἀμέμπτων γάμων τὴν τοῦ παιδὸς σωτηρίαν ἀντιδωρούμενος.

Εὐγενίῳ φιλοσόφῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme