Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Δαίδαλον μὲν Ἰκάρῳ φασὶν ἐκ κηροῦ πτερὰ συμπλάσαντα τολμῆσαι τὴν φύσιν βιάσασθαι τῇ τέχνῃ. ἐγὼ δὲ ἐκεῖνον μὲν εἰ καὶ τῆς τέχνης ἐπαινῶ, τῆς γνώμης οὐκ ἄγαμαι· μόνος γὰρ κηρῷ λυσίμῳ τοῦ παιδὸς ὑπέμεινε τὴν σωτηρίαν πιστεῦσαι. εἰ δέ μοι θέμις ἦν κατὰ τὸν Τήιον ἐκεῖνον μελοποιὸν τὴν τῶν ὀρνίθων ἀλλάξασθαι φύσιν, οὐκ ἂν δήπου πρὸς Ὄλυμπον οὐδὲ ὑπὲρ μέμψεως ἐρωτικῆς, ἀλλ’ εἰς αὐτοὺς ἂν τῶν ὑμετέρων ὀρῶν τοὺς πρόποδας ἔπτην, ἵνα σὲ τὸ μέλημα τοὐμόν, ὥς φησιν ἡ Σαπφώ, περιπτύξωμαι. ἐπεὶ δέ με ἀνθρωπίνου σώματος δεσμῷ κατακλείσασα ἡ φύσις οὐκ ἐθέλει πρὸς τὸ μετέωρον ἁπλῶσαι, τῶν λόγων οἷς ἔχω σε πτεροῖς μετέρχομαι, καὶ γράφω, καὶ σύνειμι τὸν δυνατὸν τρόπον. πάντως που καὶ Ὅμηρος αὐτοὺς οὐκ ἄλλου του χάριν ἢ τούτου πτερόεντας ὀνομάζει, διότι δύνανται πανταχοῦ φοιτᾶν, ὥσπερ οἱ ταχύτατοι τῶν ὀρνίθων ᾗ ἂν ἐθέλωσιν ᾄττοντες. γράφε δὲ καὶ αὐτός, ὦ φίλος· ἴση γὰρ δήπου σοι τῶν λόγων, εἰ μὴ καὶ μείζων, ὑπάρχει πτέρωσις, ᾗ τοὺς ἑταίρους μεταβῆναι δύνασαι καὶ πανταχόθεν ὡς παρὼν εὐφραίνειν.

Σωπάτρῳ

1 Ἔστι τις ἡδονῆς ἀφορμὴ πλείων, ὅταν ἐξῇ δι’ ἀνδρὸς οἰκείου τοὺς φίλους προσφωνεῖν· οὐ γὰρ μόνον οἷς γράφεις τὸ τῆς σεαυτοῦ ψυχῆς ἴνδαλμα τοῖς ἐντυγχάνουσι ξυναρμόττῃ. ὃ δὴ καὶ αὐτὸς ποιῶ. τὸν γὰρ τροφέα τῶν ἐμαυτοῦ παίδων Ἀντίοχον ὡς ὑμᾶς ἐκπέμπων, ἀπρόσρητόν σε καταλιπεῖν οὐκ ἠνεσχόμην· ὥστε, εἴ τι τῶν καθ’ ἡμᾶς ποθεῖς, ἔχοις ἂν οἰκειότερον παρ’ αὐτοῦ γνῶναι. εἰ δέ τι καὶ σοὶ μέλει τῶν σῶν ἐραστῶν, ὡς ἔγωγεὅτι μέλει πιστεύω, δείξεις ἕως ἂν ἐξῇ γράφειν μηδαμῶς ἐλλείπων.

Εὐκλείδῃ φιλοσόφῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme