Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Πινδάρῳ μὲν ἀργυρέας εἶναι δοκεῖ τὰς Μούσας, οἱονεὶ τὸ ἔκδηλον αὐτῶν καὶ περιφανὲς τῆς τέχνης ἐς τὸ τῆς ὕλης λαμπρότερον ἀπεικάζοντι· Ὅμηρος δὲ ὁ σοφὸς τόν τε ἄργυρον αἰγλήεντα λέγει καὶ τὸ ὕδωρ ἀργύρεον ὀνομάζει, καθάπερ ἡλίου καθαραῖς ἀκτῖσιν αὐτῷ τῷ τῆς εἰκόνος φαιδρῷ μαρμαρύσσον· Σαπφὼ δ’ ἡ καλὴ τὴν σελήνην ἀργυρέαν φησὶ καὶ διὰ τοῦτο τῶν ἄλλων ἀστέρων ἀποκρύπτειν τὴν ὄψιν. οὕτω καὶ θεοῖς τὸν ἄργυρον μᾶλλον ἢ τὸν χρυσὸν εἰκάσειεν ἄν τις πρέπειν· ἀνθρώποις γε μὴν ὅτι πρὸς τὴν χρείαν ἐστὶν ὁ ἄργυρος τοῦ χρυσοῦ τιμιώτερος καὶ σύνεστι μᾶλλον αὐτοῖς, οὐχ ὥσπερ ὁ χρυσὸς ὑπὸ γῆς κρυπτόμενος ἢ φεύγων αὐτῶν τὴν ὄψιν, ἀλλὰ καὶ ὀφθῆναι καλὸς καὶ ἐν διαιτήματι κρείττων, οὐκ ἐμὸς ἴδιος, ἀλλὰ παλαιῶν ἀνδρῶν ὁ λόγος ἐστίν. εἰ δέ σοι τοῦ πεμφθέντος ὑπὸ σοῦ χρυσοῦ νομίσματος εἰς τὸ ἴσον τῆς τιμῆς ἕτερον ἀργύρεον ἀντιδίδομεν, μὴ κρίνῃς ἥττω τὴν χάριν, μηδὲ ὥσπερ τῷ Γλαύκῳ πρὸς τὸ ἔλαττον οἰηθῇς εἶναι τὴν ἀντίδοσιν, ἐπεὶ μηδὲ ὁ Διομήδης ἴσως ἀργυρᾶ χρυσῶν ἀντέδωκεν ἄν, ἅτε δὴ πολλῷ τῶν ἑτέρων ὄντα χρησιμώτερα καὶ τὰς αἰχμὰς οἱονεὶ μολίβδου δίκην ἐκτρέπειν εἰδότα. ταῦτά σοι προσπαίζομεν, ἀφ’ ὧν αὐτὸς γράφεις τὸ ἐνδόσιμον εἰς σὲ τῆς παρρησίας λαμβάνοντες. σὺ δὲ εἰ τῷ ὄντι χρυσοῦ τιμιώτερα ἡμῖν δῶρα ἐθέλεις ἐκπέμπειν, γράφε, καὶ μὴ λῆγε συνεχῶς τοῦτο πράττων· ἐμοὶ γὰρ καὶ γράμμα παρὰ σοῦ μικρὸν ὅτου περ ἂν εἴπῃ τις ἀγαθοῦ κάλλιον εἶναι κρίνεται.

Λουκιανῷ σοφιστῇ

1 Καὶ γράφω καὶ ἀντιτυχεῖν ἀξιῶ τῶν ἴσων. εἰ δὲ ἀδικῶ συνεχῶς ἐπιστέλλων, ἀνταδικηθῆναι δέομαιτὰ ὅμοια παθών.

Ἐλπιδίῳ φιλοσόφῳ

1 Ἔστι καὶ μικροῦ γράμματος ἡδονὴ μείζων, ὅταν ἡ τοῦ γράφοντος εὔνοια μὴ τῇ τῆς ἐπιστολῆς σμικρότητι μᾶλλον ἢ τῷ τῆς ψυχῆς μεγέθει μετρῆται· εἰ δὲ δὴ καὶ νῦν βραχέα τὰ τῆς προσρήσεως ὑφ’ ἡμῶν γεγένηται, μηδ’ οὕτω τὸν ἐπ’ αὐτοῖς πόθον τεκμηριώσῃ, ἀλλ’ εἰδώς, ἐφ’ ὅσον ὁ παρ’ ἡμῶν ἔρως ἐπὶ σοὶ τέταται, τῇ μὲν τοῦ γράμματος βραχύτητι συγγνώμην νέμε, τοῖς ἴσοις δὲ ἡμᾶς ἀμείβεσθαι μὴ κατόκνει. πᾶν γὰρ ὅ τι ἂν διδῷς, κἂν μικρὸν ᾖ, παντὸς ἀγαθοῦ γνώρισμα παρ’ ἡμῖν σώζει.

Γεωργίῳ Καθολικῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme