Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363

Τῷ αὐτῷ

1 Αἰσθάνομαί σου τῆς ἐν τῇ μέμψει γλυκύτητος, καὶ ὡς ἑκάτερον ἐξ ἴσου πράττεις, καὶ οἷς γράφεις τιμῶν καὶ οἷς ἐγκαλεῖς παιδεύων. ἐγὼ δὲ εἰ μέν τι συνῄδειν ἐμαυτῷ τοῦ πρὸς σὲ γιγνομένου καὶ κατὰ μικρὸν ἐλλιπόντι, πάντως ἢ προφάσεις εὐλόγους εἰπὼν ἐπειρώμην ἂν τὴν μέμψιν ἐκκλίνειν, ἢ συγγνώμην ἁμαρτὼν αἰτεῖν οὐκ ἠρνούμην, ἐπεὶ μηδὲ ἄλλως ἀσύγγνωστον οἶδά σε πρὸς τοὺς σούς, εἴ τι τῶν πρὸς σὲ φιλικῶν ἐξήμαρτον ἄκοντες. νῦν δέ· οὐ γὰρ ἦν οὔτε σὲ παροφθῆναι θέμις οὔτε ἡμᾶς ἀμελεῖν, ἵνα τύχοιμεν ὧν ἀεὶ ζητοῦντες ποθοῦμεν· φέρε σοι καθάπερ ἐν ὅρῳ γραφῆς ἀπολογήσωμαι, καὶ δείξω μηδὲν ἐμαυτὸν ὧν ἐχρῆν εἰς σὲ παριδεῖν, ἀλλὰ μηδὲ μελλῆσαι τολμήσαντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme