Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
2 Ἦλθον ἐκ Παννονίας ἤδη τρίτον ἔτος τουτί, μόλις ἀφ’ ὧν οἶσθα κινδύνων καὶ πόνων σωθείς.ὑπερβὰς δὲ τὸν Καλχηδόνιον πορθμὸν καὶ ἐπιστὰς τῇ Νικομήδους πόλει σοὶ πρώτῳ καθάπερ πατρίῳ θεῷ τὰ πρωτόλεια τῶν ἐμαυτοῦ σώστρων ἀπέδωκα, σύμβολον τῆς ἀφίξεως τῆς ἐμῆς οἷον ἀντ’ ἀναθήματος ἱεροῦ τὴν εἰς σὲ πρόσρησιν ἐκπέμπων. καὶ ἦν ὁ κομίζων τὰ γράμματα τῶν βασιλείων ὑπασπιστῶν εἷς, Ἰουλιανὸς ὄνομα, Βακχύλου παῖς, Ἀπαμεὺς τὸ γένος, ᾧ διὰ τοῦτο μάλιστα τὴν ἐπιστολὴν ἐνεχείριζον, ὅτι καὶ πρὸς ὑμᾶς ἥξειν καί σε ἀκριβῶς εἰδέναι καθυπισχνεῖτο. μετὰ ταῦτά μοι καθάπερ ἐξ Ἀπόλλωνος ἱερὸν ἐφοίτα παρὰ σοῦ γράμμα, τὴν ἄφιξιν τὴν ἡμετέραν ἀσμένως σε ἀκηκοέναι δηλοῦν· ἦν δὲ τοῦτο ἐμοὶ δεξιὸν οἰώνισμα καὶ χρηστῶν ἐλπίδων ἀρχή, Ἰάμβλιχος ὁ σοφὸς καὶ τὰ Ἰαμβλίχου πρὸς ἡμᾶς γράμματα. τί με δεῖ λέγειν ὅπως ηὐφράνθην ἢ ἃ περὶ τὴν ἐπιστολὴν ἔπαθον σημαίνειν; εἰ γὰρ ἐδέξω τὰ παρ’ ἡμῶν ἕνεκα τούτων γραφέντα· ἦν δὲ δι’ ἡμεροδρόμου τῶν ἐκεῖθεν ἡκόντων ὡς σὲ πεμφθέντα· πάντως ἂν ὁπόσην ἐπ’ αὐτοῖς ἡδονὴν ἔσχον ἀφ’ ὧν ἐδήλουν ἐγίνωσκες. πάλιν ἐπανιόντος οἴκαδε τοῦ τροφέως τῶν ἐμαυτοῦ παιδίων, ἑτέρων ἦρχον πρὸς σὲ γραμμάτων, ὁμοῦ καὶ τὴν ἐπὶ τοῖς φθάνουσι χάριν ὁμολογῶν καὶ πρὸς τὸ ἑξῆς ἐν ἴσῳ παρὰ σοῦ τὴν ἀντίδοσιν αἰτῶν. μετὰ ταῦτα ἐπρέσβευσεν ὡς ἡμᾶς ὁ καλὸς Σώπατρος· ἐγὼ δὲ ὡς ἔγνων, εὐθὺς ἀναπηδήσας ᾖξα καὶ περιπλακεὶς ἐδάκρυον ὑφ’ ἡδονῆς, οὐδὲν ἄλλο ἢ σὲ καὶ τὰ παρὰ σοῦ πρὸς ἡμᾶς ὀνειροπολῶν γράμματα. ὡς δὲ ἔλαβον, ἐφίλουν καὶ τοῖς ὀφθαλμοῖς προσῆγον, καὶ ἀπρὶξ εἰχόμην, ὥσπερ δεδιὼς μὴ λάθῃ με ἀποπτὰν ἐν τῇ τῶν γραμμάτων ἀναγνώσει τὸτῆς σῆς εἰκόνος ἴνδαλμα. καὶ δὴ καὶ ἀντέγραφονεὐθύς, οὐ πρὸς σὲ μόνον, ἀλλὰ καὶ πρὸς τὸν ἱερὸν Σώπατρον, τὸν ἐκείνου παῖδα, καθάπερ θρυπτόμενος ὅτι τὸν κοινὸν ἑταῖρον ἐκ τῆς Ἀπαμείας οἷον ἐνέχυρον τῆς ὑμετέρας ἀπουσίας ἀντειληφότες εἴημεν. ἐξ ἐκείνου τρίτην ἤδη πρὸς σὲ γεγραφώς, αὐτὸς οὐδεμίαν ἄλλην ἢ τὴν ἐν ᾗ μέμφεσθαι δοκεῖς ἐπιστολὴν ἐδεξάμην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme