Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
3 Εἰ μὲν δὴ διὰ τοῦτο ἐγκαλεῖς, ἵνα τῷ τῆς αἰτίας σχήματι πλείονας ἡμῖν ἀφορμὰς τοῦ γράφειν προξενῇς, δέχομαι τὴν μέμψιν ἄσμενος πάνυ, καὶ ἐν οἷς λαμβάνω τὸ πᾶν τῆς χάριτος εἰς ἐμαυτὸν οἰκειοῦμαι· εἰ δὲ ὡς ἀληθῶς ἐλλιπόντα τι τοῦ πρὸς σὲ καθήκοντος αἰτιᾷ, τίς ἂν ἐμοῦ γένοιτ’ ἂν ἀθλιώτερος διὰ γραμματοφόρων ἀδικίαν ἢ ῥᾳθυμίαν πάντων ἥκιστα ἀξίου τούτου τυγχάνειν ὄντος; καίτοι ἐγὼ μέν, κἂν μὴ πλεονάκις γράφω, δίκαιός εἰμι συγγνώμης παρὰ σοῦ τυγχάνειν· οὐ τῆς ἀσχολίας ἣν ἐν χερσὶν ἔχω φαίην ἄν· μὴ γὰρ οὕτω πράξαιμι κακῶς, ὡς μὴ καὶ ἀσχολίας ἁπάσης, καθά φησι Πίνδαρος, τὸ κατὰ σὲ κρεῖττον ἡγεῖσθαι· ἀλλ’ ὅτι πρὸς ἄνδρα τηλικοῦτον, οὗ καὶ μνησθῆναι φόβος, ὁ καὶ γράφειν κατοκνῶν τοῦ πλέον ἢ προσήκει θαρροῦντός ἐστι σωφρονέστερος. ὥσπερ γὰρ οἱ ταῖς Ἡλίου μαρμαρυγαῖς ἀντιβλέπειν συνεχῶς τολμῶντες, ἂν μὴ θεῖοί τινες ὦσι καὶ τῶν ἀκτίνων αὐτοῦ καθάπερ οἱ τῶν ἀετῶν γνήσιοι καταθαρρῶσιν, οὔτε ἃ μὴ θέμις ὀφθῆναι θεωρεῖν ἔχουσι, καὶ ὅσῳπερ μᾶλλον φιλονεικοῦσι, τοσούτῳ πλέον ὅτι μὴ δύνανται τυχεῖν ἐμφαίνουσιν, οὕτω καὶ ὁ πρὸς σὲ γράφειν τολμῶν, ὅσῳπερ ἂν ἐθέλῃ θαρρεῖν, τοσούτῳ μᾶλλον ὅτι χρὴ δεδιέναι καθαρῶς δείκνυσι. σοί γε μήν, ὦ γενναῖε, παντὸς ὡς εἰπεῖν τοῦ Ἑλληνικοῦ σωτῆρι καθεστῶτι, πρέπον ἦν ἀφθόνως τε ἡμῖν γράφειν καὶ τὸν παρ’ ἡμῖν ὄκνον ἐφ’ ὅσον ἐξῆν καταστέλλειν. ὥσπερ γὰρ ὁ Ἥλιος· ἵνα δὴ πάλιν ἐκ τοῦ θεοῦ πρός σε τὴν εἰκόνα λάβῃ ὁ λόγος· ὁ δ’ οὖν Ἥλιος ὥσπερ, ὅταν ἀκτῖσι καθαραῖς ὅλος λάμπῃ, οὐδὲν ἀποκρίνει τοῦ πρὸς τὴν αἴγλην ἐλθόντος, ἀλλὰ τὸ οἰκεῖον ἐργάζεται, οὕτω δὲ καὶ σὲ χρῆν ἀφθόνως τῶν παρὰ σοῦ καλῶν οἷον φωτὸς τὸ Ἑλληνικὸν ἐπαρδεύοντα μὴ ἀποκνεῖν, εἴ τις ἢ αἰδοῦς ἢ δέους ἕνεκα τοῦ πρὸς σὲ τὴν ἀντίδοσιν δυσωπεῖται. οὐδὲ γὰρ ὁ Ἀσκληπιὸς ἐπ’ ἀμοιβῆς ἐλπίδι τοὺς ἀνθρώπους ἰᾶται, ἀλλὰ τὸ οἰκεῖον αὐτῷ φιλανθρώπευμα πανταχοῦ πληροῖ. ὃ δὴ καὶ σὲ χρῆν ὡσπερεὶ ψυχῶν ἐλλογίμων ἰατρὸν ὄντα ποιεῖν καὶ το τῆς ἀρετῆς παράγγελμα διὰ πάντων σώζειν, οἷον ἀγαθὸν τοξότην, ὅς, κἂν μὴ τὸν ἀντίπαλον ἔχῃ, πάντως ἐς τὸ καίριον ἀεὶ τὴν χεῖρα γυμνάζει. ἐπεὶ μηδὲ ὁ σκοπὸς ἑκατέροις ὁ αὐτός, ἡμῖν δὲ τῶν παρὰ σοῦ δεξιῶν τυχεῖν καὶ σοὶ τοῖς παρ’ ἡμῶν διδομένοις ἐντυχεῖν. ἀλλ’ ἡμεῖς, κἂν μυριάκις γράφωμεν, ἴσα τοῖς Ὁμηρικοῖς παισὶ παίζομεν, οἳ παρὰ τὰς θῖνας ὅτι ἂν ἐκ πηλοῦ πλάσωσιν ἀφιᾶσιν κλύζεσθαι· παρὰ σοῦ δὲ καὶ μικρὸν γράμμα παντός ἔστι γονίμου ῥεύματος κρεῖττον, καὶ δεξαίμην ἂν ἔγωγε Ἰαμβλίχου μᾶλλον ἐπιστολὴν μίαν ἢ τὸν ἐκ Λυδίας χρυσὸν κεκτῆσθαι. εἰ δὲ μέλει τί σοι τῶν ἐραστῶν τῶν σῶν· μέλει δέ, εἰ μὴ σφάλλομαι· μὴ περιίδῃς ὥσπερ νεοττοὺς ἡμᾶς ἀεὶ τῶν παρὰ σοῦ τροφῶν ἐν χρείᾳ τυγχάνοντας, ἀλλὰ καὶ γράφε συνεχῶς καὶ τοῖς παρὰ σαυτοῦ καλοῖς ἑστιᾶν μὴ κατόκνει. κἂν ἐλλίπωμεν, αὐτὸς ἑκατέρου τὴν χρείαν οἰκειοῦ, καὶ ὧν δίδως καὶ ὧν ἀνθ’ ἡμῶν τὸ ἴσον πρεσβεύεις. πρέπει δὲ Ἑρμοῦ λογίου μαθητήν, εἰ δὲ βούλει καὶ τρόφιμον ὄντα σε, τὴν ἐκείνου ῥάβδον οὐκ ἐν τῷ καθεύδειν ποιεῖν, ἀλλ’ ἐν τῷ κινεῖν καὶ διεγείρειν μᾶλλον ἐθέλειν μιμεῖσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme