27
Ἔτι δὲ καὶ ὁ Μωυσῆς ἐπεκάλυπτε τὸ τοιοῦτον εἰδὼς οὐδὲ τὴν τῶν διαλέκτων σύγχυσιν ἀνατέθεικε τῷ θεῷ μόνῳ. φησὶ γὰρ αὐτὸν οὐ μόνον κατελθεῖν οὐ μὴν οὐδὲ ἕνα συγκατελθεῖν αὐτῷ, πλείονας δέ, καὶ τούτους οἵτινές εἰσιν οὐκ εἶπεν· εὔδηλον δέ, ὅτι παραπλησίους αὐτῷ τοὺς συγκατιόντας ὑπελάμβανεν. εἰ τοίνυν πρὸς τὴν σύγχυσιν τῶν διαλέκτων οὐχ ὁ κύριος μόνος, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ κατέρχονται, πρόδηλον, ὅτι καὶ πρὸς τὴν σύγχυσιν τῶν ἠθῶν οὐχ ὁ κύριος μόνος, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ τὰς διαλέκτους συγχέοντες εἰκότως ἂν ὑπολαμβάνοιντο ταύτης εἶναι τῆς διαστάσεως αἴτιοι.
28
Τί οὖν, οὐκ ἐν μακροῖς εἰπεῖν βουλόμενος, τοσαῦτα ἐπεξῆλθον ; ὡς, εἰ μὲν ὁ προσεχὴς εἴη τοῦ κόσμου δημιουργὸς ὁ ὑπὸ τοῦ Μωυσέως κηρυττόμενος, ἡμεῖς ὑπὲρ αὐτοῦ βελτίους ἔχομεν δόξας οἱ κοινὸν μὲν ἐκεῖνον ὑπολαμβάνοντες ἁπάντων δεσπότην, ἐθνάρχας δὲ ἄλλους, οἳ τυγχάνουσι μὲν ὑπ̓ ἐκεῖνον, εἰσὶ δὲ ὥσπερ ὕπαρχοι βασιλέως, ἕκαστος τὴν ἑαυτοῦ διαφερόντως ἐπανορθούμενος φροντίδα· καὶ οὐ καθίσταμεν αὐτὸν οὐδὲ ἀντιμερίτην τῶν ὑπ̓ αὐτὸν θεῶν καθισταμένων. εἰ δὲ μερικόν τινα τιμήσας ἐκεῖνος ἀντιτίθησιν αὐτῷ τὴν τοῦ παντὸς ἡγεμονίαν, ἄμεινον τὸν τῶν ὅλων θεὸν ἡμῖν πειθομένους ἐπιγνῶναι μετὰ τοῦ μηδὲ ἐκεῖνον ἀγνοῆσαι, ἢ τὸν τοῦ ἐλαχίστου μέρους εἰληχότα τὴν ἡγεμονίαν ἀντὶ τοῦ πάντων τιμᾶν δημιουργοῦ.
29
Ὁ νόμος ἐστὶν ὁ τοῦ Μωυσέως θαυμαστός, ἡ δεκάλογος ἐκείνη· Οὐ κλέψεις, οὐ φονεύσεις, οὐ ψευδομαρτυρήσεις. γεγράφθω δὲ αὐτοῖς τοῖς ῥήμασιν ἑκάστη τῶν ἐντολῶν, ἃς ὑπ̓ αὐτοῦ φησι γεγράφθαι τοῦ θεοῦ.
30
Ἐγὼ εἰμι κύριος ὁ θεός σου, ὃς ἐξήγαγέ σε ἐκ γῆς Αἰγύπτου. δευτέρα μετὰ τοῦτο· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον. καὶ τὴν αἰτίαν προστίθησιν· Ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής, ἀποδιδοὺς πατέρων ἁμαρτίας ἐπὶ τέκνα ἕως τρίτης γενεᾶς. Οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων. Τίμα σου τὸν πατέρα καὶ τὴν μητέρα. Οὐ μοιχεύσεις. Οὐ φονεύσεις. Οὐ κλέψεις. Οὐ ψευδομαρτυρήσεις. Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου.