Thesauros Literature rhetoric Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων Julian Emperor of Rome 331-363
31 Ποῖον ἔθνος ἐστί, πρὸς τῶν θεῶν, ἔξω τοῦ Οὐ προσκυνήσεις θεοῖς ἑτέροις καὶ τοῦ Μνήσθητι τῆς ἡμέρας τῶν σαββάτων, ὃ μὴ τὰς ἄλλας οἴεται χρῆναι φυλάττειν ἐντολάς, ὡς καὶ τιμωρίας κεῖσθαι τοῖς παραβαίνουσιν, ἐνιαχοῦ μὲν σφοδροτέρας, ἐνιαχοῦ δὲ παραπλησίας ταῖς παρὰ Μωυσέως νομοθετείσαις, ἔστι δὲ ὅπου καὶ φιλανθρωποτέρας ;
32 Ἀλλὰ τὸ Οὐ προσκυνήσεις θεοῖς ἑτέροις— ὃ δὴ μετὰ μεγάλης περὶ τὸν θεόν φησι διαβολῆς. Θεὸς γὰρ ζηλωτής φησι· καὶ ἐν ἄλλοις πάλιν· Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. εἶτα ἄνθρωπος ζηλωτὴς καὶ βάσκανος ἄξιος εἶναί σοι φαίνεται  μέμψεως, ἐκθειάζεις δέ, εἰ ζηλότυπος ὁ θεὸς λέγεται; καίτοι πῶς εὔλογον οὕτω φανερὸν πρᾶγμα τοῦ θεοῦ καταψεύδεσθαι; καὶ γὰρ εἰ ζηλότυπος, ἄκοντος αὐτοῦ πάντες οἱ θεοὶ προσκυνοῦνται καὶ πάντα τὰ λοιπὰ τῶν ἐθνῶν τοὺς θεοὺς προσκυνεῖ. εἶτα πῶς οὐκ ἀνέστειλεν αὐτὸς ζηλῶν οὕτω καὶ μὴ βουλόμενος προσκυνεῖσθαι τοὺς ἄλλους, ἀλλὰ μόνον ἑαυτόν; ἆρ’ οὖν οὐχ οἷός τε ἦν ἢ οὐδὲ τὴν ἀρχὴν ἠβουλήθη κωλῦσαι μὴ προσκυνεῖσθαι καὶ τοὺς ἄλλους θεούς; ἀλλὰ τὸ μὲν πρῶτον ἀσεβές, τὸ δὴ λέγειν ὡς οὐκ ἠδύνατο· τὸ δεύτερον δὲ τοῖς ἡμετέροις ἔργοις ὁμολογεῖ. ἄφετε τοῦτον τὸν λῆρον καὶ μὴ τηλικαύτην ἐφ̓ ὑμᾶς αὐτοὺς ἕλκετε βλασφημίαν. εἰ γὰρ οὐδένα θέλει προσκυνεῖσθαι, τοῦ χάριν αὐτοῦ τὸν νόθον υἱὸν τοῦτον προσκυνεῖτε καὶ ὃν ἐκεῖνος ἴδιον οὔτε ἐνόμισεν οὐθ̓ ἡγήσατο πώποτε. καὶ δείξω γε τοῦτο ῥᾳδίως. ὑμεῖς δέ, οὐκ οἶδ̓ ὅθεν, ὑπόβλητον αὐτῷ προστίθετε

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme