Thesauros Literature rhetoric Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων Julian Emperor of Rome 331-363
33 Οὐδαμοῦ χαλεπαίνων ὁ θεὸς φαίνεται οὐδὲ ἀγανακτῶν οὐδὲ ὀργιζόμενος οὐδὲ ὀμνύων οὐδ̓ ἐπ̓ ἀμφότερα ταχέως ῥέπων οὐδὲ στρεπτός, ὡς ὁ Μωυσῆς φησιν ἐπὶ τοῦ Φινεές. εἴ τις ὑμῶν ἀνέγνω τοὺς ἀριθμούς, οἶδεν ὃ λέγω. ἐπειδὴ γὰρ Φινεὲς τὸν τελεσθέντα τῷ Βεελφεγὼρ μετὰ τῆς ἀναπεισάσης αὐτὸν γυναικὸς αὐτοχειρίᾳ λαβὼν ἀπέκτεινεν αἰσχρῷ καὶ ὀδυνηροτάτῳ τραύματι, διὰ τῆς μήτρας, φησί, παίσας τὴν γυναῖκα, πεποίηται λέγων ὁ θεός· Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς. καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου. τί κουφότερον τῆς αἰτίας, δι’ ἣν θεὸς ὀργισθεὶς οὐκ ἀληθῶς ὑπὸ τοῦ γράψαντος ταῦτα πεποίηται; τί δὲ ἀλογώτερον, εἰ δέκα ἢ πεντεκαίδεκα, κείσθω δὲ καὶ ἑκατόν, οὐ γὰρ δὴ χιλίους ἐροῦσι—θῶμεν δὲ ἡμεῖς καὶ τοσούτους τολμήσαντάς τι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων νόμων παραβῆναι· ἑξακοσίας ἐχρῆν διὰ τοὺς ἅπαξ χιλίους ἀναλωθῆναι χιλιάδας; ὡς ἔμοιγε κρεῖττον εἶναι τῷ παντὶ φαίνεται χιλίοις ἀνδράσι βελτίστοις ἕνα συνδιασῶσαι πονηρὸν ἢ συνδιαφθεῖραι τοὺς χιλίους ἑνί

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme