Thesauros Literature rhetoric Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων Julian Emperor of Rome 331-363
36 Ἀλλ’ ἀρχὴν ἔδωκεν ὑμῖν ἐπιστήμης ἢ μάθημα φιλόσοφον; καὶ ποῖον; ἡ μὲν γὰρ περὶ τὰ φαινόμενα θεωρία παρὰ τοῖς Ἕλλησιν ἐτελειώθη, τῶν πρώτων τηρήσεων παρὰ τοῖς βαρβάροις ἐν Βαβυλῶνι γενομένων· ἡ δὲ περὶ τὴν γεωμετρίαν ἀπὸ τῆς γεωδαισίας τῆς ἐν Αἰγύπτῳ τὴν ἀρχὴν λαβοῦσα πρὸς τοσοῦτον μέγεθος ηὐξήθη· τὸ δὲ περὶ τοὺς ἀριθμοὺς ἀπὸ τῶν Φοινίκων ἐμπόρων ἀρξάμενον τέως εἰς ἐπιστήμης παρὰ τοῖς Ἕλλησι κατέστη πρόσχημα. ταῦτα δὴ τρία μετὰ τῆς συναρίθμου μουσικῆς Ἕλληνες εἰς ἓν συνῆψαν, ἀστρονομίαν γεωμετρίᾳ προσυφήναντες, ἀμφοῖν δὲ προσαρμόσαντες τοὺς ἀριθμοὺς καὶ τὸ ἐν τούτοις ἐναρμόνιον κατανοήσαντες. ἐντεῦθεν ἔθεντο τῇ παρὰ σφίσι μουσικῇ τοὺς ὅρους, εὑρόντες τῶν ἁρμονικῶν λόγων πρὸς τὴν αἴσθησιν τῆς ἀκοῆς ἄπταιστον ὁμολογίαν ἢ ὅτι τούτου μάλιστα ἐγγύς.
37 Πότερον οὖν χρή με κατ’ ἄνδρα ὀνομάζειν ἢ κατ’ ἐπιτηδεύματα; ἢ τοὺς ἀνθρώπους, οἷον Πλάτωνα, Σωκράτην, Ἀριστείδην, Κίμωνα, Θαλῆν, Λυκοῦργον, Ἀγησίλαον, Ἀρχίδαμον—ἢ μᾶλλον τὸ τῶν φιλοσόφων γένος, τὸ τῶν στρατηγῶν, τὸ τῶν δημιουργῶν, τὸ τῶν νομοθετῶν; εὑρεθήσονται γὰρ οἱ μοχθηρότατοι καὶ βδελυρώτατοι τῶν στρατηγῶν ἐπιεικέστερον χρησάμενοι τοῖς ἡδικηκόσι τὰ μέγιστα ἢ Μωυσῆς τοῖς οὐδὲν ἐξημαρτηκόσιν. τίνα οὖν ὑμῖν ἀπαγγείλω βασιλείαν; πότερα τὴν Περσέως ἢ τὴν Αἰακοῦ ἢ Μίνω τοῦ Κρητός, ὃς ἐκάθηρε μὲν λῃστευομένην τὴν θάλασσαν, ἐκβαλὼν καὶ ἐξελάσας τοὺς βαρβάρους ἄχρι Συρίας καὶ Σικελίας, ἐφ̓ ἑκάτερα προβὰς τοῖς τῆς ἀρχῆς ὁρίοις, οὐ μόνων δὲ τῶν νήσων, ἀλλὰ καὶ τῶν παραλίων ἐκράτει; καὶ διελόμενος πρὸς τὸν ἀδελφὸν Ῥαδάμανθυν, οὔτι τὴν γῆν, ἀλλὰ τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, αὐτὸς μὲν ἐτίθει παρὰ τοῦ Διὸς λαμβάνων τοὺς νόμους, ἐκείνῳ δὲ τὸ δικαστικὸν ἠφίει μέρος ἀναπληροῦν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme