Thesauros Literature rhetoric Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων Julian Emperor of Rome 331-363
42 Ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ̓ ὅθεν ὥσπερ ἐπιπνεόμενος ἐφθεγξάμην, ὅθεν δὲ ἐξέβην, ὅτι Πρὸς τοὺς Ἰουδαίους ηὐτομολήσατε, τί τοῖς ἡμετέροις ἀχαριστήσαντες θεοῖς; ἆρ’ ὅτι βασιλεύειν ἔδοσαν οἱ θεοὶ τῇ Ῥώμῃ, τοῖς Ἰουδαίοις ὀλίγον μὲν χρόνον ἐλευθέρους εἶναι, δουλεῦσαι δὲ ἀεὶ καὶ παροικῆσαι; σκόπει τὸν Ἁβραάμ· οὐχὶ πάροικος ἦν ἐν ἀλλοτρίᾳ; τὸν Ἰακώβ· οὐ πρότερον μὲν Σύροις, ἑξῆς δὲ ἐπὶ τούτοις Παλαιστινοῖς, ἐν γήρᾳ δὲ Αἰγυπτίοις ἐδούλευσεν; οὐκ ἐξ οἴκου δουλείας ἐξαγαγεῖν αὐτοὺς ὁ Μωυσῆς φησιν ἐξ Αἰγύπτου ἐν βραχίονι ὑψηλῷ; κατοικήσαντες δὲ τὴν Παλαιστίνην, οὐ πυκνότερον ἤμειψαν τὰς τύχας ἢ τὸ χρῶμά φασιν οἱ τεθεαμένοι τὸν χαμαιλέοντα. νῦν μὲν ὑπακούοντες τοῖς κριταῖς, νῦν δὲ τοῖς ἀλλοφύλοις δουλεύοντες; ἐπειδὴ δὲ ἐβασιλεύθησαν— ἀφείσθω δὲ νῦν ὅπως· οὔτε γὰρ ὁ θεὸς ἑκὼν αὐτοῖς τὸ βασιλεύεσθαι συνεχώρησεν, ὡς ἡ γραφή φησιν, ἀλλὰ βιασθεὶς ὑπ̓ αὐτῶν καὶ προδιαστειλάμενος, ὅτι ἄρα φαύλως βασιλευθήσονται. πλὴν ἀλλ’ ᾤκησαν γοῦν τὴν ἑαυτῶν καὶ ἐγεώργησαν ὀλίγα πρὸς τοῖς τριακοσίοις ἔτεσιν. ἐξ ἐκείνου πρῶτον Ἀσσυρίοις, εἶτα Μήδοις, ὕστερον Πέρσαις ἐδούλευσαν, εἶτα νῦν ἡμῖν αὐτοῖς. καὶ ὁ παρ’ ὑμῖν κηρυττόμενος Ἰησοῦς εἷς ἦν τῶν Καίσαρος ὑπηκόων. εἰ δὲ ἀπιστεῖτε, μικρὸν ὕστερον ἀποδείξω· μᾶλλον δὲ ἤδη λεγέσθω. φατὲ μέντοι μετὰ τοῦ πατρὸς αὐτὸν ἀπογράψασθαι καὶ τῆς μητρὸς ἐπὶ Κυρηνίου.
43 Ἀλλὰ γενόμενος ἄνθρωπος τίνων ἀγαθῶν αἴτιος κατέστη τοῖς ἑαυτοῦ συγγενέσιν; οὐ γὰρ ἠθέλησαν, φασίν, ὑπακοῦσαι τοῦ Ἰησοῦ. τί δέ; ὁ σκληροκάρδιος καὶ λιθοτράχηλος ἐκεῖνος λαὸς πῶς ὑπήκουσε τοῦ Μωυσέως· Ἰησοῦς δέ, ὁ τοῖς πνεύμασιν ἐπιτάττων καὶ βαδίζων ἐπὶ τῆς θαλάσσης καὶ τὰ δαιμόνια ἐξελαύνων, ὡς δὲ ὑμεῖς λέγετε, τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπεργασάμενος—οὐ γὰρ δὴ ταῦτα τετόλμηκέ τις εἰπεῖν περὶ αὐτοῦ τῶν μαθητῶν, εἰ μὴ μόνος Ἰωάννης οὐδὲ αὐτὸς σαφῶς οὐδὲ τρανῶς· ἀλλ’ εἰρηκέναι γε συγκεχωρήσθω— οὐκ ἠδύνατο τὰς προαιρέσεις ἐπὶ σωτηρίᾳ τῶν ἑαυτοῦ φίλων καὶ συγγενῶν μεταστῆσαι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme