46
Τοῦ χάριν ὑμεῖς τῶν παρ’ Ἕλλησι παρεσθίετε μαθημάτων, εἴπερ αὐτάρκης ὑμῖν ἐστιν ἡ τῶν ὑμετέρων γραφῶν ἀνάγνωσις; καίτοι κρεῖττον ἐκείνων εἴργειν τοὺς ἀνθρώπους ἢ τῆς τῶν ἱεροθύτων ἐδωδῆς. ἐκ μὲν γὰρ ἐκείνης, καθὰ καὶ ὁ Παῦλος λέγει, βλάπτεται μὲν οὐδὲν ὁ προσφερόμενος, ἡ δὲ συνείδησις τοῦ βλέποντος ἀδελφοῦ σκανδαλισθείη ἂν καθ̓ ὑμᾶς, ὦ σοφώτατοι καὶ ὑπερήφανοι. διὰ δὲ τῶν μαθημάτων τούτων ἀπέστη τῆς ἀθεότητος πᾶν ὅτι περ παρ’ ὑμῖν ἡ φύσις ἤνεγκε γενναῖον. ὅτῳ οὖν ὑπῆρξεν εὐφυΐας κἂν μικρὸν μόριον, τούτῳ τάχιστα συνέβη τῆς παρ’ ὑμῖν ἀθεότητος ἀποστῆναι. βέλτιον οὖν εἴργειν μαθημάτων, οὐχ ἱερείων τοὺς ἀνθρώπους. ἀλλ’ ἴστε καὶ ὑμεῖς, ὡς ἐμοὶ φαίνεται, τὸ διάφορον εἰς σύνεσιν τῶν παρ’ ὑμῖν γραφῶν πρὸς τὰς ἡμετέρας, καὶ ὡς ἐκ τῶν παρ’ ὑμῖν οὐδεὶς ἂν γένοιτο γενναῖος ἀνήρ, μᾶλλον δὲ οὐδὲ ἐπιεικής, ἐκ δὲ τῶν παρ’ ἡμῖν αὐτὸς αὑτοῦ πᾶς ἂν γένοιτο καλλίων, εἰ καὶ παντάπασιν ἀφυής τις εἴη. φύσεως δὲ ἔχων εὖ καὶ τὰς ἐκ τούτων προσλαχὼν παιδείας ἀτεχνῶς γίνεται τῶν θεῶν τοῖς ἀνθρώποις δῶρον, ἤτοι φῶς ἀνάψας ἐπιστήμης ἢ πολιτείας γένος ὑφηγησάμενος ἢ πολεμίους πολλοὺς τρεψάμενος ἢ καὶ πολλὴν μὲν γῆν, πολλὴν δὲ ἐπελθὼν θάλασσαν καὶ τούτῳ φανεὶς ἡρωικός
47
Τεκμήριον δὲ τοῦτο σαφές· ἐκ πάντων ὑμῶν ἐπιλεξάμενοι παιδία ταῖς γραφαῖς ἐμμελετῆσαι παρασκευάσατε. κἂν φανῇ τῶν ἀνδραπόδων εἰς ἄνδρας τελέσαντα σπουδαιότερα, ληρεῖν ἐμὲ καὶ μελαγχολᾶν νομίζετε. εἶτα οὕτως ἐστὲ δυστυχεῖς καὶ ἀνόητοι, ὥστε νομίζειν θείους μὲν ἐκείνους τοὺς λόγους, ὑφ̓ ὧν οὐδεὶς ἂν γένοιτο φρονιμώτερος οὐδὲ ἀνδρειότερος οὐδ̓ ἑαυτοῦ κρείττων· ὑφ̓ ὧν δὲ ἔνεστιν ἀνδρείαν, φρόνησιν, δικαιοσύνην προσλαβεῖν, τούτους ἀποδίδοτε τῷ σατανᾷ καὶ τοῖς τῷ σατανᾷ λατρεύουσιν.