63
Εἴπατε ἐνταῦθα μοι τοῦ χάριν ἐξήγαγεν αὐτὸν καὶ τοὺς ἀστέρας ἐδείκνυεν ὁ χρηματίζων ἄγγελος ἢ θεός; οὐ γὰρ ἐγίνωσκεν ἔνδον ὤν, ὅσον τι τὸ πλῆθός ἐστι τῶν νύκτωρ ἀεὶ φαινομένων καὶ μαρμαρυσσόντων ἀστέρων; ἀλλ’, οἶμαι, δεῖξαι τοὺς διᾴττοντας αὐτῷ βουλόμενος, ἵνα τῶν ῥημάτων ἐναργῆ πίστιν παράσχηται τὴν πάντα κραίνουσαν καὶ ἐπικυροῦσαν οὐρανοῦ ψῆφον. ὅπως δὲ μή τις ὑπολάβῃ βίαιον εἶναι τὴν τοιαύτην ἐξήγησιν, ἐφεξῆς ὅσα πρόσκειται παραθεὶς αὐτῷ πιστώσομαι. γέγραπται γὰρ ἑξῆς· Εἶπε δὲ πρὸς αὐτόν· ἐγώ εἰμι ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν. εἶπε δέ· δέσποτα κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν. ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα· καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὲ ὄρνεα οὐ διεῖλε. κατέβη δὲ ὄρνεα ἐπὶ τὰ διχοτομήματα καὶ συνεκάθισεν αὐτοῖς Ἁβραάμ.
64
Τὴν τοῦ φανέντος ἀγγέλου πρόρρησιν ἤτοι θεοῦ διὰ τῆς οἰωνιστικῆς ὁρᾶτε κρατυνομένην, οὐχ, ὥσπερ παρ’ ὑμῖν, ἐκ παρέργου, μετὰ θυσιῶν δὲ τῆς μαντείας ἐπιτελουμένης; φησὶ δέ, ὅτι τῇ τῶν οἰωνῶν ἐπιπτήσει βεβαίαν ἔδειξε τὴν ἐπαγγελίαν. ἀποδέχεται δὲ τὴν πίστιν Ἁβραὰμ προσεπάγων, ὅτι ἀληθείας ἄνευ πίστις ἠλιθιότης ἔοικέ τις εἶναι καὶ ἐμβροντησία. τὴν δὲ ἀλήθειαν οὐκ ἔνεστιν ἰδεῖν ἐκ ψιλοῦ ῥήματος, ἀλλὰ χρή τι καὶ παρακολουθῆσαι τοῖς λόγοις ἐναργὲς σημεῖον, ὃ πιστώσεται γενόμενον τὴν εἰς τὸ μέλλον πεποιημένην προαγόρευσιν
65
Πρόφασις ὑμῖν τῆς ἔν γε τούτῳ ῥᾳστώνης περιλέλειπται μία, τὸ μὴ ἐξεῖναι θύειν ἔξω γεγονόσι τῶν Ἱεροσολύμων, καίτοι Ἡλίου τεθυκότος ἐν τῷ Καρμηλίῳ, καὶ οὐκ ἔν γε τῇ ἁγίᾳ πόλει.