Thesauros Literature rhetoric Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων Julian Emperor of Rome 331-363
15 Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος. τὸ μὲν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. διὸ ἐπείπερ γεγένησθε, οὐκ ἀθάνατοι μέν ἐστε οὐδὲ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε. νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα, τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται. τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει· ὑπ̓ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵν̓ οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθ̓ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω. τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.
16 Ἀλλ’ ἆρα μὴ τοῦτο ὄναρ ἐστὶν ἐννοήσοντες αὐτὸ μαθέτε. θεοὺς ὀνομάζει Πλάτων τοὺς ἐμφανεῖς, ἥλιον καὶ σελήνην, ἄστρα καὶ οὐρανόν, ἀλλ’ οὗτοι τῶν ἀφανῶν εἰσιν εἰκόνες· ὁ φαινόμενος τοῖς ὀφθαλμοῖς ἡμῶν ἥλιος τοῦ νοητοῦ καὶ μὴ φαινομένου, καὶ πάλιν ἡ φαινομένη τοῖς ὀφθαλμοῖς ἡμῶν σελήνη καὶ τῶν ἄστρων ἕκαστον εἰκόνες εἰσὶ τῶν νοητῶν. ἐκείνους οὖν τοὺς νοητοὺς καὶ ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ τοῦ δημιουργοῦ γεννηθέντας καὶ προελθόντας ὁ Πλάτων οἶδεν. εἰκότως οὖν φησιν ὁ δημιουργὸς ὁ παρ’ αὐτῷ θεοί, πρὸς τοὺς ἀφανεῖς λέγων, θεῶν, τῶν ἐμφανῶν δηλονότι. κοινὸς δὲ ἀμφοτέρων δημιουργὸς οὗτός ἐστιν ὁ τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν καὶ ἄστρα καὶ γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme