Thesauros Literature rhetoric Ἐκφράσεις

Ἐκφράσεις

Ἐκφράσεις Callistratus 3rd or 4th cent
4 δ. παρὰ κρήνην Ἰνδὸς εἱστήκει ἀνάθημα ταῖς Νύμφαις ἱδρυθείς, ἦν δὲ ὁ Ἰνδὸς λίθος μελαινόμενος καὶ πρὸς τὴν ἐκ φύσεως τοῦ γένους αὐτομολῶν χρόαν, εἶχε δὲ εὐθαλῆ μὲν καὶ οὔλην τὴν χαίτην οὐκ ἀκράτῳ τῷ μέλανι λάμπουσαν, ἀλλʼ ἐκ τῶν ἄκρων πρὸς κόχλου Τυρίας ἄνθος ἐρίζουσαν. οἷον γὰρ εὐπαθοῦσα καὶ νοτιζομένη ταῖς προσοίκοις Νύμφαις ἡ θρὶξ ἐκ ῥιζῶν ἀνιοῦσα μελαντέρα πρὸς τοῖς ἄκροις ἐπόρφυρεν. ὀφθαλμοί γε μὴν οὐ συνῇδον τῷ λίθῳ, κατὰ γὰρ τὰς τῶν ὀμμάτων κόρας περιέθει λευκότης κατʼ ἐκεῖνο τὸ μέρος τῆς πέτρας μεταπιπτούσης εἰς τὸ λευκότερον, καθʼ ὃ καὶ τῆς τοῦ Ἰνδοῦ φύσεως ἡ χρόα λευκαίνεται. μέθη δὲ αὐτὸν ἐξίστη καὶ τὸ μεμεθυσμένον οὐ κατεμήνυεν ἡ τοῦ λίθου χρόα, οὐ γὰρ ἦν αὐτῷ μηχάνημα τὰς παρειὰς φοινῖξαι σκέποντος τοῦ μέλανος τὴν μέθην, ἐκ δὲ τοῦ σχήματος κατηγόρει τὸ πάθος, παράφορός τε γὰρ καὶ κωμάζων εἱστήκει οὐ δυνάμενος ἐρείδειν τὼ πόδε, ἀλλʼ ὑπότρομός τε καὶ εἰς τὴν ἰγνὺν ὀκλάζων. ὁ δὲ λίθος ὑπὸ τοῦ πάθους ἐῴκει πληγέντι καὶ οἱονεὶ σπαίρειν τὸν ἀπὸ τῆς μέθης ἐμφανίζων σεισμόν. εἶχε δὲ ἁβρὸν οὐδὲν τοῦ Ἰνδοῦ τὸ εἴδωλον, οὐδʼ εἰς τὴν κατὰ χρόαν ἐξήσκητο χάριν, ἀλλʼ εἰς μόνην τῶν μελῶν συμβολὴν διήρθρωτο. ἀσκεπὴς δὲ ἦν καὶ γυμνὸς ὡς ἂν τῶν Ἰνδικῶν σωμάτων πρὸς τὸ τῆς ἀκμῆς φλογῶδες εἰωθότων ἀπανδρίζεσθαι.

ΕΙΣ ΤΟ ΤΟΥ ΝΑΡΚΙΣΣΟΥ ΑΓΑΛΜΑ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme