Thesauros Literature satire Φάλαρις

Φάλαρις

Φάλαρις Lucian of Samosata

Book 1

3 τοὐντεῦθεν οἱ μὲν οὐκέτι ἐτάραττον, ἀλλʼ ὑπήκουον, ἐγὼ δὲ ἦρχον, ἡ πόλις δὲ ἀστασίαστος ἦν. σφαγὰς δὲ ἢ ἐλάσεις ἢ δημεύσεις οὐδὲ κατὰ τῶν ἐπιβεβουλευκότων εἰργαζόμην, καίτοι ἀναγκαῖον ὂνὂν Νilen: not in MSS. τὰ τοιαῦτα τολμᾶν ἐν ἀρχῇ τῆς δυναστείας μάλιστα. φιλανθρωπίᾳ γὰρ καὶ πρᾳότητι καὶ τῷ ἡμέρῳ κἀξ ἰσοτιμίας θαυμασίως ἐγὼ ἤλπιζον ἐς τὸ πείθεσθαι προσάξεσθαι τούτους. εὐθὺς γοῦν τοῖς μὲν ἐχθροῖς ἐσπείσμην καὶ διηλλάγμην, καὶ συμβούλοις καὶ συνεστίοις ἐχρώμην τοῖς πλείστοις αὐτῶν. τὴν δὲ πόλιν αὐτὴν ὁρῶν ὀλιγωρίᾳ τῶν προεστώτων διεφθαρμένην, τῶν πολλῶν κλεπτόντων, μᾶλλον δὲ ἁρπαζόντων τὰ κοινά, ὑδάτων τε ἐπιρροίαις ἀνεκτησάμην καὶ οἰκοδομημάτων ἀναστάσεσιν ἐκόσμησα καὶ τειχῶν περιβολῇ ἐκράτυνα καὶ τὰς προσόδους, ὅσαι ἦσαν κοιναί, τῇ τῶν ἐφεστώτων ἐπιμελείᾳ ῥᾳδίως ἐπηύξησα καὶ τῆς νεολαίας ἐπεμελούμην καὶ τῶν γερόντων προὐνόουν καὶ τὸν δῆμον ἐν θέαις καὶ διανομαῖς καὶ πανηγύρεσι καὶ δημοθοινίαις διῆγον, ὕβρεις δὲ παρθένων ἢ ἐφήβων διαφθοραὶ ἢ γυναικῶν ἀπαγωγαὶ ἢ δορυφόρων ἐπιπέμψεις ἢ δεσποτική τις ἀπειλὴ ἀποτρόπαιά μοι καὶ ἀκοῦσαι ἦν.
4 ἤδη δὲ καὶ περὶ τοῦ ἀφεῖναι τὴν ἀρχὴν καὶ καταθέσθαι τὴν δυναστείαν ἐσκοπούμην, ὅπως μόνον ἀσφαλῶς παύσαιτο ἄν τις ἐννοῶν, ἐπεὶ τό γε ἄρχειν αὐτὸ καὶ πάντα πράττειν ἐπαχθὲς ἤδη καὶ σὺν φθόνῳ καματηρὸν ἐδόκει μοι εἶναι· τὸ δʼ ὅπως μηκέτι τοιαύτης τινὸς θεραπείας δεήσεται ἡ πόλις, τοῦτʼ ἐζήτουν ἔτι. κἀγὼ μὲν ὁ ἀρχαῖος περὶ ταῦτα εἶχον, οἱ δὲ ἤδη τε συνίσταντο ἐπʼ ἐμὲ καὶ περὶ τοῦ τρόπου τῆς ἐπιβουλῆς καὶ ἀποστάσεως ἐσκοποῦντο καὶ συνωμοσίας συνεκρότουν καὶ ὅπλα ἤθροιζον καὶ χρήματα ἐπορίζοντο καὶ τοὺς ἀστυγείτονας ἐπεκαλοῦντο καὶ εἰς τὴν Ἑλλάδα παρὰ Λακεδαιμονίους καὶ Ἀθηναίους ἐπρεσβεύοντο· ἃ μὲν γὰρ περὶ ἐμοῦ αὐτοῦ, εἰ ληφθείην, ἐδέδοκτο ἤδη αὐτοῖς καὶ ὅπως με αὐτοχειρίᾳ διασπάσεσθαι ἠπείλουν καὶ ἃς κολάσεις ἐπενόουν, δημοσίᾳ στρεβλούμενοι ἐξεῖπον. τοῦ μὲν δὴ μηδὲν παθεῖν τοιοῦτον οἱ θεοὶ αἴτιοι φωράσαντες τὴν ἐπιβουλήν, καὶ μάλιστά γε ὁ Πύθιος ὀνείρατά τε προδείξας καὶ τοὺς μηνύσοντας ἕκαστα ἐπιπέμπων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme