Thesauros Literature satire Φάλαρις

Φάλαρις

Φάλαρις Lucian of Samosata

Book 1

11 ταῦτα μὲν οὖν ὑπὲρ ἐμαυτοῦ ἀπολελόγημαι ὑμῖν, ἀληθῆ καὶ δίκαια καὶ ἐπαίνου μᾶλλον, ὡς ἐμαυτὸν πείθω, ἢ μίσους ἄξια. ὑπὲρ δὲ τοῦ ἀναθήματος καιρὸς ὑμᾶς ἀκοῦσαι ὅθεν καὶ ὅπως τὸν ταῦρον τοῦτον ἐκτησάμην, οὐκ ἐκδοὺς αὐτὸς τῷ ἀνδριαντοποιῷ — μὴ γὰρ οὕτω μανείην, ὡς τοιούτων ἐπιθυμῆσαι κτημάτων — ἀλλὰ Περίλαος ἦν τις ἡμεδαπός, χαλκεὺς μὲν ἀγαθός, πονηρὸς δὲ ἄνθρωπος. οὗτος πάμπολυ τῆς ἐμῆς γνώμης διημαρτηκὼς ᾤετο χαριεῖσθαί μοι, εἰ καινήν τινα κόλασιν ἐπινοήσειεν, ὡς ἐξ ἅπαντος κολάζειν ἐπιθυμοῦντι. καὶ δὴ κατασκευάσας τὸν βοῦν ἧκέ μοι κομίζων κάλλιστον ἰδεῖν καὶ πρὸς τὸ ἀκριβέστατον εἰκασμένον· κινήσεως γὰρ αὐτῷ καὶ μυκηθμοῦ ἔδει μόνον πρὸς τὸ καὶ ἔμψυχον εἶναι δοκεῖν. ἰδὼν δὲ ἀνέκραγον εὐθύς, ἄξιον τὸ κτῆμα τοῦ Πυθίου, πεμπτέος ὁ ταῦρος τῷ θεῷ. ὁ δὲ Περίλαος παρεστώς, Τί δʼ εἰ μάθοις, ἔφη, τὴν σοφίαν τὴν ἐν αὐτῷ καὶ τὴν χρείαν ἣν παρέχεται; καὶ ἀνοίξας ἅμα τὸν ταῦρον κατὰ τὰ νῶτα, Ἤν τινα, ἔφη, κολάζειν ἐθέλῃς, ἐμβιβάσας εἰς τὸ μηχάνημα τοῦτο καὶ κατακλείσας προστιθέναι μὲν τοὺς αὐλοὺς τούσδε πρὸς τοὺς μυξωτῆρας τοῦ βοός, πῦρ δὲ ὑποκαίειν κελεύειν, καὶ ὁ μὲν οἰμώξεται καὶ βοήσεται ἀλήκτοις ταῖς ὀδύναις ἐχόμενος, ἡ βοὴ δὲ διὰ τῶν αὐλῶν μέλη σοι ἀποτελέσει οἷα λιγυρώτατα καὶ ἐπαυλήσει θρηνῶδες καὶ μυκήσεται γοερώτατον, ὡς τὸν μὲν κολάζεσθαι, σὲ δὲ τέρπεσθαι μεταξὺ καταυλούμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme