Thesauros Literature satire Φάλαρις

Φάλαρις

Φάλαρις Lucian of Samosata

Book 2

11 περὶ μὲν οὖν ὧν βουλευόμεθα, ταῦτά ἐστιν, οὐ Φάλαρις τύραννος εἷς οὐδʼ ὁ ταῦρος οὗτος οὐδὲ χαλκὸς μόνον, ἀλλὰ πάντες βασιλεῖς καὶ πάντες δυνάσται, ὅσοι νῦν χρῶνται τῷ ἱερῷ, καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα τίμια, πολλάκις ἀνατεθησόμενα τῷ θεῷ· πρῶτον μὲν γὰρ τὸ κατὰ τὸν θεὸν ἐξετασθῆναι ἄξιον.
12 τίνος οὖν ἕνεκα μὴ ὡς ἀεὶ μηδὲ ὡς πάλαι τὰ περὶ τῶν ἀναθημάτων ποιήσωμεν; ἢ τί μεμφόμενοι τοῖς παλαιοῖς ἔθεσιν καινοτομήσωμεν; καὶ ὃ μηδὲ πώποτε, ἀφʼ οὗ τὴν πόλιν οἰκοῦμεν καὶ ὁ Πύθιος χρᾷ καὶ ὁ τρίπους φθέγγεται καὶ ἡ ἱέρεια ἐμπνεῖται, γεγένηται παρʼ ἡμῖν, νῦν καταστησώμεθα, κρίνεσθαι καὶ ἐξετάζεσθαι τοὺς ἀνατιθέντας; καὶ μὴν ἐξ ἐκείνου μὲν τοῦ παλαιοῦ ἔθους, τοῦ ἀνέδην καὶ πᾶσιν ἐξεῖναι, ὁρᾶτε ὅσων ἀγαθῶν ἐμπέπλησται τὸ ἱερόν, ἁπάντων ἀνατιθέντων καὶ ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν ἐνίων δωρουμένων τὸν θεόν.
13 εἰ δʼ ὑμᾶς αὐτοὺς δοκιμαστὰς καὶ ἐξεταστὰς ἐπιστήσετε τοῖς ἀναθήμασιν, ὀκνῶ μὴ ἀπορήσωμεν τῶν δοκιμασθησομένων ἔτι, οὐδενὸς ὑπομένοντος ὑπόδικον αὑτὸν καθιστάναι, καὶ ἀναλίσκοντα καὶ καταδαπανῶντα παρʼ αὑτοῦ κρίνεσθαι καὶ ὑπὲρ τῶν ὅλων κινδυνεύειν. ἢ τίνι βιωτόν, εἰ κριθήσεται τοῦ ἀνατιθέναι ἀνάξιος;
← Previous 4 / 4

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme