Thesauros Literature satire Φάλαρις

Φάλαρις

Φάλαρις Lucian of Samosata

Book 1

1 ἔπεμψεν ἡμᾶς, ὦ Δελφοί, ὁ ἡμέτερος δυνάστης Φάλαρις ἄξοντας τῷ θεῷ τὸν ταῦρον τοῦτον καὶ ὑμῖν διαλεξομένους τὰ εἰκότα ὑπέρ τε αὐτοῦ ἐκείνου καὶ ὑπὲρ τοῦ ἀναθήματος. ὧν μὲν οὖν ἕνεκα ἥκομεν, ταῦτά ἐστιν· ἃ δέ γε πρὸς ὑμᾶς ἐπέστειλεν τάδε·τάδε Herwerden: not in MSS. Lacuna noted by E. Schwartz, Nilén.
1 ἐγώ, φησίν, ὦ Δελφοί, καὶ παρὰ πᾶσι μὲν τοῖς Ἕλλησι τοιοῦτος ὑπολαμβάνεσθαι ὁποῖός εἰμι, ἀλλὰ μὴ ὁποῖον ἡ παρὰ τῶν μισούντων καὶ φθονούντων φήμη ταῖς τῶν ἀγνοούντων ἀκοαῖς παραδέδωκεν, ἀντὶ τῶν πάντων ἀλλαξαίμην ἄν, μάλιστα δὲ παρʼ ὑμῖν, ὅσῳ ἱεροί τέ ἐστε καὶ πάρεδροι τοῦ Πυθίου καὶ μόνον οὐ σύνοικοι καὶ ὁμωρόφιοι τοῦ θεοῦ. ἡγοῦμαι γάρ, εἰ ὑμῖν ἀπολογησαίμην καὶ πείσαιμι μάτην ὠμὸς ὑπειλῆφθαι, καὶ τοῖς ἄλλοις ἅπασι διʼ ὑμῶν ἀπολελογημένος ἔσεσθαι. καλῶ δὲ ὧν ἐρῶ τὸν θεὸν αὐτὸν μάρτυρα, ὃν οὐκ ἔνι δή που παραλογίσασθαι καὶ ψευδεῖ λόγῳ παραγαγεῖν· ἀνθρώπους μὲν γὰρ ἴσως ἐξαπατῆσαι ῥᾴδιον, θεὸν δέ, καὶ μάλιστα τοῦτον, διαλαθεῖν ἀδύνατον.
2 ἐγὼ γὰρ οὐ τῶν ἀφανῶν ἐν Ἀκράγαντι ὤν, ἀλλʼ εἰ καί τις ἄλλος εὖ γεγονὼς καὶ τραφεὶς ἐλευθερίως καὶ παιδείᾳ προσεσχηκώς, ἀεὶ διετέλουν τῇ μὲν πόλει δημοτικὸν ἐμαυτὸν παρέχων, τοῖς δὲ συμπολιτευομένοις ἐπιεικῆ καὶ μέτριον, βίαιον δὲ ἢ σκαιὸν ἢ ὑβριστικὸν ἢ αὐθέκαστον οὐδεὶς οὐδὲν ἐπεκάλει μου τῷ προτέρῳ ἐκείνῳ βίῳ. ἐπειδὴ δὲ ἑώρων τοὺς τἀναντία μοι πολιτευομένους ἐπιβουλεύοντας καὶ ἐξ ἅπαντος τρόπου ἀνελεῖν με ζητοῦντας — διῄρητο δὲ ἡμῶν τότε ἡ πόλις — μίαν ταύτην ἀποφυγὴν καὶ ἀσφάλειαν εὕρισκον, τὴν αὐτὴν ἅμα καὶ τῇ πόλει σωτηρίαν, εἰ ἐπιθέμενος τῇ ἀρχῇ ἐκείνους μὲν ἀναστείλαιμι καὶ παύσαιμι ἐπιβουλεύοντας, τὴν πόλιν δὲ σωφρονεῖν καταναγκάσαιμι· καὶ ἦσαν γὰρ οὐκ ὀλίγοι ταῦτα ἐπαινοῦντες, ἄνδρες μέτριοι καὶ φιλοπόλιδες, οἳ καὶ τὴν γνώμην ᾔδεσαν τὴν ἐμὴν καὶ τῆς ἐπιχειρήσεως τὴν ἀνάγκην· τούτοις οὖνοὖν Nilén.: not in MSS. συναγωνισταῖς χρησάμενος ῥᾳδίως ἐκράτησαἐκρατησα Herwerden: ἐκράτησα τῆς ἐπιχειρήσεως MSS..
1 / 8 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme