20
Ξενοφάνης δὲ ὁ Δεξίνου μὲν υἱός, Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα· Ξενοκράτης δὲ Πλάτωνος μαθητὴς γενόμενος τέσσαρα καὶ ὀγδοήκοντα·· Καρνεάδης δὲ ὁ τῆς νεωτέρας Ἀκαδημίας ἀρχηγὸς ἔτη πέντε καὶ ὀγδοήκοντα·· Χρύσιππος ἓν καὶ ὀγδοήκοντα· Διογένης δὲ ὁ Σελευκεὺς ἀπὸ Τίγριος Στωϊκὸς φιλόσοφος ὀκτὼ καὶ ὀγδοήκοντα·· Ποσειδώνιος Ἀπαμεὺς τῆς Συρίας, νόμῳ δὲ Ῥόδιος, φιλόσοφός τε ἅμα καὶ ἱστορίας συγγραφεὺς τέσσαρα καὶ ὀγδοήκοντα·· Κριτόλαος ὁ Περιπατητικὸς ὑπὲρ δύο καὶ ὀγδοήκοντα·.
21
Πλάτων δὲ ὁ ἱερώτατος ἓν καὶ ὀγδοήκοντα. Ἀθηνόδωρος Σάνδωνος Ταρσεὺς Στωϊκός, ὃς καὶ διδάσκαλος ἐγένετο Καίσαρος Σεβαστοῦ θεοῦ, ὑφʼ οὗ ἡ Ταρσέων πόλις καὶ φόρων ἐκουφίσθη, δύο καὶ ὀγδοήκοντα ἔτη βιοὺς ἐτελεύτησεν ἐν τῇ πατρίδι, καὶ τιμὰς ὁ Ταρσέων δῆμος αὐτῷ κατʼ ἔτος ἕκαστον ἀπονέμει ὡς ἥρωϊ. Νέστωρ δὲ Στωϊκὸς ἀπὸ Ταρσοῦ διδάσκαλος Καίσαρος Τιβερίου ἔτη δύο καὶ ἐνενήκοντα· Ξενοφῶν δὲ ὁ Γρύλλου ὑπὲρ τὰ ἐνενήκοντα ἐβίωσεν ἔτη.