Thesauros Literature satire Δίκη Συμφώνων

Δίκη Συμφώνων

Δίκη Συμφώνων Lucian of Samosata

ΤΟΙΣ ΕΠΤΑ ΦΩΝΗΕΣΙΝΔΙΚΗ ΣΥΜΦΩΝΩΝ ΤΟΥ ΣΙΓΜΑ ΠΡΟΣ ΤΟ ΤΑΥ ΥΠΟ ΤΟΙΣ ΕΠΤΑ ΦΩΝΗΕΣΙΝ So in Γ: ΔΙΚΗ ΦΩΝΗΕΝΤΩΝ vulg.

1 [Ἐπὶ ἄρχοντος Ἀριστάρχου Φαληρέως, Πυανεψιῶνος ἑβδόμῃ ἱσταμένου, γραφὴν ἔθετο τὸ Σῖγμα πρὸς τὸ Ταῦ ἐπὶ τῶν ἑπτὰ Φωνηέντων βίας καὶ ὑπαρχόντων ἁρπαγῆς, ἀφῃρῆσθαι λέγον πάντων τῶν ἐν διπλῷ ταῦ ἐκφερομένων.]Ἐπὶ...ἐκφερομένων Wanting in Γ.
2 Μέχρι μέν, ὦ Φωνήεντα δικασταί, ὀλίγα ἠδικούμην ὑπὸ τουτουὶ τοῦ Ταῦ καταχρωμένου τοῖς ἐμοῖς καὶ καταίροντος ἔνθα μὴ δεῖ, οὐ βαρέως ἔφερον τὴν βλάβην καὶ παρήκουον ἔνια τῶν λεγομένων ὑπὸ τῆς μετριότητος, ἣν ἴστε με φυλάσσοντα πρός τε ὑμᾶς καὶ τὰς ἄλλας συλλαβάς· ἐπεὶ δὲ ἐς τοσοῦτον ἥκει πλεονεξίας τε καὶ ἀνομίας,ἀνομίας Lehmann, Herwerden, Sommerbrodt: ἀνοίας MSS. ὥστε ἐφʼ οἷς ἡσύχασα πολλάκις οὐκ ἀγαπῶν, ἄλλʼἄλλʼ K. Schwartz: ἀλλʼ (or word omitted) MSS. ἤδη καὶ πλείω προσβιάζεται, ἀναγκαίως αὐτὸ εὐθύνω νῦν παρὰ τοῖς ἀμφότερα εἰδόσιν ὑμῖν. δέος δὲ οὐ μικρόν μοι ἐπὶ τούτοιςτούτοις Herwerden: τοῖς (τῆς) MSS. τῆς ἀποθλίψεως ἐπέρχεται τῆς ἐμαυτοῦ· τοῖς γὰρ προπεπραγμένοις ἀεί τι μεῖζον προστιθὲν ἄρδην με τῆς οἰκείας ἀποθλίψει χώρας, ὡς ὀλίγου δεῖν ἡσυχίαν ἀγαγόντα μηδὲ ἐν γράμμασιν ἀριθμεῖσθαι, ἐν ἴσῳ δὲ κεῖσθαι τοῦψόφου Γ: φόβον ΩΣ. ψόφου.
3 δίκαιον οὖν οὐχ ὑμᾶς, οἳ δικάζετε νῦν, ἀλλὰ καὶ τὰ λοιπὰ γράμματα τῆς πείρας ἔχειν τινὰ φυλακήν· εἰ γὰρ ἐξέσται τοῖς βουλομένοις ἀπὸ τῆς καθʼ αὑτὰ τάξεως ἐς ἀλλοτρίαν βιάζεσθαι καὶ τοῦτο ἐπιτρέψετε ὑμεῖς, ὧν χωρὶς οὐδὲν καθόλου τι γράφεται, οὐχ ὁρῶ τίνα τρόπον αἱ συντάξεις τὰ νόμιμα, ἐφʼ οἷς ἐτάχθη τὰ κατʼ ἀρχάς, ἕξουσιν. ἀλλʼ οὔτε ὑμᾶς οἶμαί ποτε ἐς τοσοῦτον ἀμελείας τε καὶ παροράσεως ἥξειν, ὥστε ἐπιτρέψαι τινὰ μὴ δίκαια, οὔτε, εἰ καθυφήσετε τὸν ἀγῶνα ὑμεῖς, ἐμοὶ παραλειπτέον ἐστὶν ἀδικουμένῳ.
1 / 5 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme