Thesauros Literature satire Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι Lucian of Samosata
22 ὅπως μὲν ἔχω πρὸς δεῖπνα ὁ παρεληλυθώς μοι βίος ἅπας μαρτύριον ἂν γένοιτο, ὅς γε ὁσημέραι πολλῶν ἐνοχλούντων παρὰ πολὺ σοῦ πλουσιωτέρων ὅμως οὐδὲ πώποτε φέρων ἐμαυτὸν ἐπέδωκα εἰδὼς τοὺς ἐπὶἐπὶ MSS.: ἐν Fritsche, perhaps rightly. τοῖς συμποσίοις θορύβους καὶ παροινίας. ἐπὶ σοῦ δὲ μόνου εἰκότως ἀγανακτῆσαί μοι δοκῶ, ὃς τοσοῦτον χρόνον ὑπʼ ἐμοῦ λιπαρῶς τεθεραπευμένος οὐκ ἠξίωσας ἐναριθμῆσαι κἀμὲ τοῖς ἄλλοις φίλοις, ἀλλὰ μόνος ἐγώ σοι ἄμοιρος, καὶ ταῦτα ἐν γειτόνων οἰκῶν. ἀνιῶμαι οὖν ἐπὶ σοὶ τὸ πλέον οὕτως ἀχαρίστῳ φανέντι· ἐμοὶ γὰρ ἡ εὐδαιμονία οὐκ ἐν ὑὸς ἀγρίου μοίρᾳ ἢ λαγωοῦ ἢ πλακοῦντος, ἃ παρʼ ἄλλοις ἀφθόνως ἀπολαύω τὰ καθήκοντα εἰδόσιν, ἐπεὶ καὶ τήμερον παρὰ τῷ μαθητῇ Παμμένει δειπνῆσαι πολυτελές, ὥς φασι, δεῖπνον δυνάμενος οὐκ ἐπένευσα ἱκετεύοντι, σοὶ ὁ ἀνόητος ἐμαυτὸν φυλάττων.
23 σὺ δὲ ἡμᾶς παραλιπὼν ἄλλους εὐωχεῖς, εἰκότως· οὔπω γὰρ δύνασαι διακρίνειν τὸ βέλτιον οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις. ἀλλὰ οἶδα ὅθεν μοι ταῦτα, παρὰ τῶν θαυμαστῶν σου φιλοσόφων, Ζηνοθέμιδος καὶ Λαβυρίνθου, ὧν — ἀπείη δὲ ἡ Ἀδράστεια — συλλογισμῷ ἑνὶ ἀποφράξαι ἄν μοι τάχιστα δοκῶ τὰ στόματα. ἢ εἰπάτω τις αὐτῶν, τί ἐστὶ φιλοσοφία; ἢ τὰ πρῶτα ταῦτα, τί διαφέρει σχέσις ἕξεως; ἵνα μὴ τῶν ἀπόρων εἴπω τι, κερατίναν ἢ σωρείτην ἢ θερίζοντα λόγον. Ἀλλὰ σὺ μὲν ὄναιο αὐτῶν. ἐγὼ δὲ ὡς ἂν μόνον τὸ καλὸν ἀγαθὸν ἡγούμενος εἶναι οἴσω ῥᾳδίως τὴν ἀτιμίαν.
24 καίτοι ὅπως μὴ ἐς ἐκείνην ἔχῃς καταφεύγειν τὴν ἀπολογίαν ὕστερον, ἐπιλαθέσθαι λέγων ἐν τοσούτῳ θορύβῳ καὶ πράγματι, δίς σε τήμερον προσηγόρευσα καὶ ἕωθεν ἐπὶ τῇ οἰκίᾳ καὶ ἐν τῷ ἀνακείῳ θύοντα ὕστερον. ταῦτα ἐγὼ τοῖς παροῦσιν ἀπολελόγημαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme