Thesauros Literature satire Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι Lucian of Samosata
25 εἰ δὲ δείπνου ἕνεκα ὀργίζεσθαί σοι δοκῶ, τὸ κατὰ τὸν Οἰνέα ἐννόησον· ὄψει γὰρ καὶ τὴν Ἄρτεμιν ἀγανακτοῦσαν, ὅτι μόνην αὐτὴν οὐ παρέλαβεν ἐκεῖνος ἐπὶ τὴν θυσίαν τοὺς ἄλλους θεοὺς ἑστιῶν. φησὶ δὲ περὶ αὐτῶν Ὅμηρος ὧδέ πως· ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ· καὶ Εὐριπίδης· Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς ἐν ἀντιπόρθμοις, πεδίʼ ἔχουσʼ εὐδαίμονα. καὶ Σοφοκλῆς· συὸς μέγιστον χρῆμʼ ἐπʼ Οἰνέως γύαις ἀνῆκε Λητοῦς παῖς ἑκηβόλος θεά.
26 ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα παρεθέμην, ὅπως μάθῃς οἷον ἄνδρα παραλιπὼν Δίφιλον ἑστιᾷς καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκας, εἰκότως· ἡδὺς γάρ ἐστι τῷ μειρακίῳ καὶ πρὸς χάριν αὐτῷ σύνεστιν. εἰ δὲ μὴ αἰσχρὸν ἦν ἐμὲ λέγειν τὰ τοιαῦτα, κἄνκἄν Fritzsche: καὶ ἄν MSS. τι προσέθηκα, ὅπερ σύ, εἰ θέλεις, παρὰ Ζωπύρου τοῦ παιδαγωγοῦ ἂν μάθοις ἀληθὲς ὄν. ἀλλʼ οὐ χρὴ ταράττειν ἐν γάμοις οὐδὲ διαβάλλειν ἄλλους, καὶ μάλιστα ἐφʼ οὕτως αἰσχραῖς αἰτίαις· καὶ γὰρ εἰ Δίφιλος ἄξιος δύο ἤδη μαθητάς μου περισπάσας, ἀλλʼ ἔγωγε φιλοσοφίας αὐτῆς ἕνεκεν σιωπήσομαι.
27 προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ, ἢν διδῷς αὐτῷ μοῖράν τινα ἢ συὸς ἢ ἐλάφου ἢ σησαμοῦντος, ὡς ἐμοὶ διακομίσειε καὶ ἀντὶ τοῦ δείπνου ἀπολογία γένοιτο, μὴ λαβεῖν, μὴ καὶ δόξωμεν ἐπὶ τούτῳ πεπομφέναι.
28 τούτων, ὦ ἑταῖρε, ἀναγινωσκομένων μεταξὺ ἱδρώς τέ μοι περιεχεῖτο ὑπʼ αἰδοῦς, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, χανεῖν μοι τὴν γῆν ηὐχόμην ὁρῶν τοὺς παρόντας γελῶντας ἐφʼ ἑκάστῳ καὶ μάλιστα ὅσοι ᾔδεσαν τὸν Ἑτοιμοκλέα, πολιὸν ἄνθρωπον καὶ σεμνὸν εἶναι δοκοῦντα. ἐθαύμαζον οὖν οἷος ὢν διαλάθοι αὐτοὺς ἐξαπατωμένους τῷ πώγωνι καὶ τῇ τοῦ προσώπου ἐντάσει. ὁ γὰρ Ἀρισταίνετος ἐδόκει μοι οὐκ ἀμελείᾳ παριδεῖνπαριδεῖν MSS. παριδεῖν (urged by Fritzsche) and περιιδεῖν. αὐτόν, ἀλλʼ οὔποτʼ ἂν ἐλπίσας κληθέντα ἐπινεῦσαι οὐδ’ ἂν ἐμπαρασχεῖν ἑαυτὸν τοιούτῳ τινί· ὥστε οὐδὲ τὴν ἀρχὴν πειρᾶσθαι ἠξίου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme