15
ἤδη δὲ καὶ ἐς τοὺς ἄλλους συνεχῶς περιεσοβεῖτο ἡ κύλιξ καὶ φιλοτησίαι καὶ ὁμιλίαι καὶ φῶτα εἰσεκεκόμιστο. ἐν τοσούτῳ δʼ ἐγὼ τὸν παρεστῶτα τῷ Κλεοδήμῳ παῖδα οἰνοχόον ὄντα ὡραῖον ἰδὼν ὑπομειδιῶντα — χρὴ γάρ, οἶμαι, καὶ ὅσα πάρεργα τῆς ἑστιάσεως εἰπεῖν, καὶ μάλιστα εἴ τι πρὸς τὸ γλαφυρώτερον ἐπράχθη—μάλα ἤδη παρεφύλαττον ὅ τι καὶ μειδιάσειε. καὶ μετὰ μικρὸν ὁ μὲν προσῆλθεν ὡς ἀποληψόμενος παρὰ τοῦ Κλεοδήμου τὴν φιάλην, ὁ δὲ τόν τε δάκτυλον ἀπέθλιψεν αὐτοῦ καὶ δραχμὰς δύο, οἶμαι, συνανέδωκε μετὰ τῆς φιάλης· ὁ παῖς δὲ πρὸς μὲν τὸν δάκτυλον θλιβόμενον αὖθις ἐμειδίασεν, οὐ μὴν συνεῖδεν, οἶμαι, τὸ νόμισμα, ὥστε μὴ δεξαμένου ψόφον αἱ δύο δραχμαὶ παρέσχον ἐκπεσοῦσαι, καὶ ἠρυθρίασαν ἄμφω μάλα σαφῶς. ἠπόρουν δὲ οἱ πλησίον οὗτινος εἴη τὰ νομίσματα, τοῦ μὲν παιδὸς ἀρνουμένου μὴ ἀποβεβληκέναι, τοῦ δὲ Κλεοδήμου, καθʼ ὃν ὁ ψόφος ἐγένετο, μὴ προσποιουμένου τὴν ἀπόρριψιν. ἠμελήθη οὖν καὶ παρώφθη τοῦτο οὐ πάνυ πολλῶν ἰδόντων πλὴν μόνου, ὡς ἐμοὶ ἔδοξε, τοῦ Ἀρισταινέτου· μετέστησε γὰρ τὸν παῖδα μικρὸν ὕστερον ἀφανῶς ὑπεξαγαγὼν καὶ τῷ Κλεοδήμῳ τινὰ παραστῆναι διένευσε τῶν ἐξώρων ἤδη καὶ καρτερῶν, ὀρεωκόμον τινὰ ἢ ἱπποκόμον. καὶ τοῦτο μὲν ὧδέ πως ἐκεχωρήκει, μεγάληςἂν Bekker: not in MSS. ἂν αἰσχύνης αἴτιον τῷ Κλεοδήμῳ γενόμενον, εἰ ἔφθη διαφοιτῆσαν εἰς ἅπαντας, ἀλλὰ μὴ κατέσβη αὐτίκα, δεξιῶς πάνυ τοῦ Ἀρισταινέτου τὴν παροινίαν ἐνέγκαντος.