19
οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλʼ, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες· ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.
20
οἴμοι τῶν κτημάτων. — οἴμοι τῶν ἀγρῶν. — ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. — ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. — αἰαῖ τῶν νεογνῶν μοι παιδίων. — τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην;
20
Μίκυλλε, σὺ δʼ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα.
20
ἄπαγε· οὐδέν ἐστιν ἐφʼ ὅτῳ ἂν οἰμώξαιμἂν οἰμώξαιμι Bekker: οἰμώξομαι, ἀνοιμώξομαι, ἂν οἰμώξωμαι MSS. ι εὐπλοῶν.
20
ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον.
20
οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων· οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν· ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον;
20
ἱκανῶς τεθρήνηται· σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.
21
ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε· καὶ σὺ δός· παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε.
21
παίζεις, ὦ Χάρων, ἢ καθʼ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δήδή Fritzsche: ἦδη MSS. τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον.
21
Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. ἀποβαίνετε δʼ ὅμως· ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι· διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ.
21
ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών· ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα· τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι.
21
Προΐωμεν, ὦ οὗτοι· μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι.
22
ὦ Ἡράκλεις, τοῦ ζόφου. ποῦ νῦν ὁ καλὸς Μέγιλλος; ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη; πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλʼ ἤδη καὶ τὸ τριβώνιον τέωςτέως Cobet: πρότερον τέως MSS. ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως· ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα. Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις;