Thesauros Literature satire Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος Lucian of Samosata
27 ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέστων.παρέστων Cobet: παρέστω MSS. εὖ γε ἐποίησαν ὑπακούσαντες.
27 εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ· προτέρα δὲ σὺ ἡ Κλίνη λέγε.
27 πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι· τοιαῦτα ἦν ἃ ἐπʼ ἐμοῦ διεπράττετο.
27 σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν αὐτὰ ὑπομένουσα. καὶ σὺ δὲ ὁ Λύχνος ἤδη μαρτύρει.
27 ἐγὼ τὰ μεθʼ ἡμέραν μὲν οὐκ εἶδον· οὐ γὰρ παρῆν· ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν, ὀκνῶ λέγειν· πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καίτοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι θέλων· ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν.
28 Ἅλις ἤδη τῶν μαρτύρων. ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων. παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλλον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν οὖν κολασθείη τρόπον; ἆρʼ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ;
28 μηδαμῶς· ἀλλʼ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι.
28 λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι.
28 ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ.
28 πάνυ μὲν οὖν.
28 οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω.
29 διὰ τί δή;
29 χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος τὴν τρυφήν.
29 εὖ λέγεις· καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος ὧν ἔπραξε παρὰ τὸν βίον.
← Previous 15 / 15

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme